De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

56. Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, παραχρῆμα μὲν χρὴ ἀσιτέειν· ἄγνου δὲ πέταλα λεῖα τρίψαντα ἐν οἴνῳ καὶ μέλιτι, ἔλαιον ἐπιχέας, ἀναχλιήνας, δίδου πιεῖν ὅσον κοτύλην.

57. Ἢν φλεγμήνωσιν αἱ ὑστέραι, τῆς ἀκτῆς τὰ φύλλα ὡς ἁπαλώτατα ἐν πυρῶν κρίμνοις ἑψήσας σητανίοις, ἀκροχλίερον δίδου ῥοφῇν.

398

58. Ἢν μετακινηθέωσιν αἱ μῆτραι, κισσὸν ὡς ξηρότατον τρίψας λεῖον, δήσας ἐς ὀθόνιον, προσίσχειν· λιπαρὸν προσφέρειν μηδέν· πιεῖν δὲ διδόναι πυροὺς προκωνίας, καὶ μήκωνα ὀπτὴν, καὶ ἐλελίσφακον, καὶ κύπερον, καὶ ἄνισον, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, καὶ τῶν κυρηβίων τῶν ἀπὸ τῶν κριθῶν, διδόναι δὶς τῆς ἡμέρης ἐφ’ ἑκάτερον ἡμικοτύλιον.

59. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται ἐν τῷ καθεστηκότι χρόνῳ, κράμβης πέταλα καὶ πήγανον τρίψας λεῖα, ἔπειτα ἄχυρα τὰ ἀπὸ τῶν κριθῶν ὅσον χοίνικα βρέξας ὡς ἂν τέγγηται, ἐξαιθρίασον· ἕωθεν δὲ ποιήσας ὅσον κοτύλην, διεῖναι τὴν κράμβην καὶ τὸ πήγανον, ἔλαιον ἐπιχέας καὶ ἀναταράξας, δοῦναι πιεῖν· ἔπειτα πουλύποδα πνίξας ἐν οἴνῳ λευκῷ, δὸς φαγεῖν, καὶ τὸν οἶνον ἐκπιεῖν· ἢν δὲ βούλῃ, τῶν ἰχθυδίων ἑψῶν τῶν εὐωνοτάτων διδόναι ἐσθίειν καὶ τὸν ζωμὸν ῥοφάνειν.

60. Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, μύρτα ἑψήσας ἐν οἴνῳ, διακλυζέσθω τὰ αἰδοῖα· ἔπειτα ῥοιῆς γλυκείης σίδια ἑψήσας ἐν οἴνῳ, καὶ σμύρνης καὶ ῥητίνης ὁμοῦ μίξας, διεὶς οἴνῳ, ὀθόνιον ἐμβάπτων, προστιθέναι.

61. Ἢν στραγγουρίη λάβῃ, τῆς σικύης ἀποταμὼν τὸ στόμα καὶ τὸν πυθμένα, ὑποθεὶς ἀνθρακίην, περίθες τῇ σικύῃ, τῆς σμύρνης ξηρᾶς κεκομμένης ἐπὶ τὸ πῦρ ἐπιπάσας, περικαθίσας ἐπὶ τὴν σικύην, καὶ ἐνθέσθω ἐς τὸ αἰδοῖον τὸ ἄκρον τῆς σικύης ὡς ἐσωτάτω,

400
ὅκως ἂν ἡ ἀτμὶς ὡς πλείστη ἐς τὰ αἰδοῖα ἀποπέμπηται· καὶ τῶν οὐρητικῶν ποτημάτων διδόναι νήστει.

62. Ἢν δὲ ἐς τὴν καρδίην προσιστάμεναι πνίγωσιν αἱ ὑστέραι καὶ μὴ ἀφιστῶνται, πράσου καρπὸν τρίψας καὶ γλήχωνα, διεὶς ὕδατος κυάθοις τρισὶ καὶ ὄξεος λευκοῦ κυάθῳ καὶ μέλιτος τρίτῳ μέρει κυάθου, χλιαίνων, νήστει δίδου ῥοφάνειν.

63. Ἢν ἐκ τόκου ἢ τρωσμοῦ ῥῖγος λαμβάνῃ, ἀρκεύθου τὸν καρπὸν καὶ ἐλελίσφακον ὁμοῦ τρίψας, διεὶς ὄξεος λευκοῦ κυάθῳ, ἐπιχέας οἴνου λευκοῦ κεκρημένου κύλικα, καταμίξας, ἔασον κεῖσθαι· ἕωθεν δὲ ἀπηθήσας, χλιήνας, πιεῖν δίδου.

64. Ἢν ἀνεμωθέωσιν αἱ μήτραι, ἢν ἄνεμος ἐγγένηται τῇ νηδύῖ, καὶ πόνος ᾖ, ἐλελίσφακον καὶ κύπερον κόψας, τέγξας τὴν νύκτα, ἕωθεν ἀπηθήσας, τὸ καθαρὸν ἐς χύτρην ἐγχέας, κρίμνα πύρινα ἐμβαλὼν, ὄξος λευκὸν ὅσον κύαθον ἐπιχέας, ὀπὸν σιλφίου ὅσον κύαμον ἐμβαλὼν, ἑψήσας ἐνωμότερον, δίδου ῥοφάνειν.