De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
47. Ἢν αἱ μῆτραι κατὰ τὰ ἀριστερὰ νεύωσι, τὸ ἰσχίον ὀδύνη
48. Ἢν ἐς τὴν κεφαλὴν τραπῶ σιν αἱ ὑστέραι, σημεῖον τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ, τάς τε ὑπὸ τοῖς ὀφθαλμοῖς ἀλγεῖν φησιν. Ταύτην χρὴ λούειν θερμῷ πολλῷ, καὶ κατὰ τῆς κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι, καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν ἐγχριέσθω, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ἐπιῤῥοφείτω.
49. Ἢν ἐς τὰ σκέλεα καὶ τοὺς πόδας τραπῶσι, γνώσῃ τῷδε· τοὺς μεγάλους δακτύλους τῶν ποδῶν σπᾶται ὑπὸ τοὺς ὄνυχας, καὶ ὀδύνη ἴσχει τὰ σκέλεα καὶ τοὺς μηρούς. Ὁκόταν ὧδε ἔχῃ, χρὴ λούειν αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ πυριῇν ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ τῷ μύρῳ τῷ ῥοδίνῳ ἀλείφεσθαι.
50. Ἢν γυναῖκα ὑστέρας ἀλγέουσαν ἀσιτίη τε καὶ πυρετὸς καὶ ῥῖγος λαμβάνῃ, μήκωνος λευκῆς ὅσον πεμπτημόριον ἡμιχοινικίου, καὶ κνίδης καρποῦ τὸ ἴσον, καὶ τυροῦ αἰγείου ὅσον ἡμιχοινίκιον ξύσας, ὁμοῦ μίξας, διεὶς οἴνῳ παλαιῷ, ἔπειτα ἑψήσας, διδόναι ῥοφάνειν.
51. Ἢν ἐκ τόκου ῥοῦς λαμβάνῃ καὶ τὰ σιτία ἐν τῇ γαστρὶ μὴ ἐμμένῃ, ἀσταφίδος χρὴ μελαίνης καὶ ῥοιῆς γλυκτίης τὰ εἴσω τρίψας καὶ ἐρίφου πιτύην, διεὶς οἴνῳ μελανόχρῳ, τυρὸν ἐπιξύσας αἴγειον, καὶ ἄλφιτα πυρῶν πεφωσμένα ἐπιβαλὼν, κεράσας εὔκρατον, δὸς πιεῖν.
52. Ἢν αἷμα ἐμέῃ ἐκ τόκου, τοῦ ἥπατος ἡ σύριγξ τέτρωται, καὶ ὀδύνη ἐς τὰ σπλάγχνα φοιτῇ καὶ τὴν καρδίην, καὶ σπᾶται. Ταύτην χρὴ λούειν πολλῷ καὶ θερμῷ, καὶ τῶν χλιασμάτων ὅ τι ἂν μάλιστα προσδέχηται προστιθέναι, καὶ πιπίσκειν ὄνου γάλα ἐπὶ ἡμέρας πέντε· μετὰ δὲ ταῦτα μεταπιπίσκειν βοὸς μελαίνης, ἀσιτέουσαν ἐπὶ ἡμέρας τεσσαράκ οντα, ἐς δὲ τὴν ἑσπέρην σήσαμον τρίψαντα πιπίσκειν. Ἡ δὲ νοῦ σος ἐπικίνδυνος.
53. Ἢν γυνὴ διὰ παλαι οῦ μὴ κυΐσκηται, τῶν ἐπιμηνίων ἐμφαινομένων, ὁκόταν ᾖ τριταί η ἢ τεταρταίη, στυπτηρίην λείην τρίψας, διεὶς μύρῳ, εἰρίῳ ἀνασπογγίζων, προ στίθει· καὶ ἐχέτω κείμενον ἡμέρας τρεῖς· τῇ δὲ τρίτῃ ξύσας βοὸς χολὴν καὶ ἐν ῥάκει ἐπιθεὶς, διεὶς ἐλαίῳ τὸ ξύσμα καὶ ἀναδεύσας, προστίθει· καὶ ἐχέτω ἡμέρας τρεῖς· τῇ δὲ ἑτέρῃ ἐξελέ σθω καὶ τῷ ἀνδρὶ ξυνελθέτω. Λίνον τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμίδα κόψας λεπτὰ, καταβρέξας τε ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνων ἐν χυτριδίῳ, εἰρίον ὡς μαλθακώτατον ἐμβάπτων, τὸ μὲν
54. Ἢν δὲ ἐς τὴν ἕδρην τραπῶσι καὶ τὰ ὑποχωρήματα κωλύωσιν ὑποχωρέειν, ὀδύναι ἴσχουσι τήν τε ὀσφῦν καὶ τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφῦν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ προστιθέναι ὁκόσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπίσκειν ὅ τι ἂν μάλιστα προσδέχηται.
55. Ἢν ἑλκωθῇ τὸ στόμα ἢ φλεγμήνῃ, σμύρναν, καὶ στέαρ χήνειον, καὶ κηρὸν λευκὸν, καὶ λιβανωτὸν ἐν λαγωοῦ θριξὶ τῇσιν ὑπὸ τὴν γαστέρα μίξας καὶ λεῖα ποιήσας ἐν εἰρίῳ ὡς μαλθακωτάτῳ προστιθέσθω.