De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
44. Ἡ δὲ ἰητρικὴ ὀλιγόκαιρός ἐστιν· καὶ ὃς τοῦτο ἐπίσταται, ἐκείνῳ καθέστηκε, καὶ ἐπίσταται τὰ εἴδεα, ἅ ἐστιν ἐν ἰητρικῇ ὁ καιρὸς γνῶναι· ὅτι τὰ ὑποχωρητικὰ οὐχ ὑποχωρητικὰ γίνεται, καὶ τἄλλα ὅτι ὑπεναντία ἐστὶ, καὶ τὰ ὑπεναντιώτατα οὐχ ὑπεναντιώτατα. Ὁ δὲ καιρὸς ὅδ’ ἐστί· τὰ σιτία προσφέρειν, ὅσων μέλλει τὸ σῶμα προσφερόμενον τὸ πλῆθος κρατέειν, ὥστ’ ἢν μὲν οὕτω ποιέῃ, πᾶσα ἀνάγκη τὸ ὑποχωρητικὸν σιτίον προσφερόμενον ὑποχωρητικὸν εἶναι, καὶ τὸ φλεγματῶδες φλεγματῶδες. Ἢν κρατέῃ οὖν τὸ σῶμα τῶν σιτίων, οὔτε νοῦσος οὔτε ὑπεναντίωσις γίνεται προσφερομένων, καὶ οὗτος ὁ καιρός ἐστιν ὃν δεῖ τὸν ἰητρὸν εἰδέναι· ἐπὴν δὲ τὸν καιρὸν ὑπερβάλλῃ, τὸ ὑπεναντίον γίνεται, καὶ οἳ πρὶν ὑπερπέσσειν οἴονται ἔχειν, καὶ τὸ θερμαίνεσθαι· ἕως μὲν γὰρ ἂν τὸ σῶμα τοῦ προσοίσματος κρατέῃ, τρέφεται τὸ σῶμα· ἐπὴν δὲ τοῦτον τὸν καιρὸν ὑπερβάλλῃ, τὸ ὑπεναντίον γίνεται, ἰσχναίνεται γάρ· καὶ τἄλλα πάντα δὲ τὰ φλεγμαίνειν ποιεῦντα, ἕως μὲν ἂν κρατέῃ τὸ σῶμα, ἔτι τὰ πρὸς τὸν καιρὸν καὶ τὰ κατὰ φύσιν ποιέουσιν ἕκαστον,
45. Πάντα φάρμακά εἰσι τὰ μετακινέοντα τὸ παρεόν· πάντα δὲ τὰ ἰσχυρότερα μετακινέουσιν· ἔξεστι δὲ, ἢν μὲν βούλῃ, φαρμάκῳ μετακινέειν· ἢν δὲ μὴ βούλῃ, σιτίῳ· ἅπαντα δὲ νοσέοντι μετακινέειν ἐκ τοῦ παρεόντος ἀρήγει· ἢν γὰρ μὴ μετακινήσῃς τὸ νοσέον, αὔξεται. Φάρμακα οὐ χρὴ τὰ ἰσχυρὰ φύσει ἐπὶ τῶν ἀσθενέων νοσημάτων διδόναι, ὀλιγότητι τοῦ φαρμάκου ἀσθενὲς ποιεῦντα· ἀλλὰ τοῖσι μὲν ἰσχυροῖσι φύσει φαρμάκοις ἰσχυροῖσι χρῆσθαι, τοῖς δ’ ἀσθενέσι φαρμάκοις μὴ ἰσχυροῖσι, μηδὲ μεταποιεῦντα τὸ φάρμακον, ἀλλὰ κατὰ φύσιν ἑκάστοισιν· τοῖσι μὲν ἀσθενέσι ἀσθενῆ φάρμακα φύσει, τοῖσι δὲ ἰσχυροῖσι νοσήμασιν ἰσχυρὰ φύσει τὰ φάρμακα. Τὰ δὲ νοσήματα ᾗ πελαστάτω πέφυκεν, ἐξάγειν, ταύτῃ δ’ ἐξάγειν ᾗ ἑκάστῳ ἔξοδος ἐγγυτάτω. Τὰ ὑποχωρητικὰ τοιάδε ἐστὶν, ὅσα ὀλισθηρὰ καὶ τμηματώδεα, καὶ ὅσα ἐν τοῖσι θερμοῖσι λεπτύνονται· ἡ γὰρ κοιλίη θερμή ἐστι· καὶ τἄλλα τὰ ἁλμυρὰ, καὶ ὅσα τῶν τοιούτων πλεῖστον ἔχουσιν. Τὰ δ’ οὐ διαχωρητικὰ, ἀλλὰ στάσιμα, ὅσα φῦσαν παρέχουσιν· τὰ γὰρ ὑγρὰ ξηραινόμενα φῦσαν ποιέουσι, καὶ τὰ στύφοντα, καὶ τὰ ὑπὸ θερμοῦ πηγνύμενα, καὶ τὰ ψαθυρὰ, καὶ τὰ ξηρά. Πάντα δὲ τὰ ἐντὸς φλεγμαίνειν ποιέουσι προσφερόμενα, ἅσσα τὰ ἐκτὸς ἰσχναίνουσιν· ταῦτα δὲ καὶ ἰσχυτήριά ἐστι καὶ φλεγματώδεα. Καὶ τὰ ὑποχωρητικὰ ἰσχναίνοντα θερμαίνουσι τὰ τοιαῦτα· ἔτι δὲ τὰ ὀξέα καὶ φλεγματώδεα. Πάντα δὲ τὰ ψύχοντα τὰ ἐν τῇ κοιλίῃ· τὰ δὲ τοιαῦτα ὑποχωρητικά ἐστι· καὶ τὰ ψυχρὰ καὶ τὰ ὑγρά· ὁπόταν δὲ μὴ ὑποχωρητικὰ ἔωσι, θερμαίνουσιν. Ψύχουσι δὲ καὶ τὰ θερμὰ ἐς τὴν κοιλίην προσφερόμενα καὶ ταχὺ διαχώρησιν ποιεύμενα, διαχώρησιν