De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
42. Ὀδύνη τε γίνεται καὶ διὰ τὸ ψυχρὸν καὶ διὰ τὸ θερμὸν, καὶ διὰ τὸ πλέον λίην καὶ διὰ τὸ ἔλασσον· καὶ ἐν μὲν τοῖσιν ἐψυγμένοισι τοῦ σώματος διὰ τὸ θερμαῖνον, ἐν δὲ τοῖσι τεθερμασμένοισι διὰ τὸ ψυχραῖνον ὀδύνη γίνεται· καὶ ἐν μὲν τοῖσι ψυχροῖσι φύσει διὰ τὸ θερμὸν, ἐν δὲ τοῖσι θερμοῖσι φύσει διὰ τὸ ψυχρόν· καὶ ἐν μὲν τοῖσι ξηροῖσι φύσει ὑγραινομένοισιν, ἐν δὲ τοῖσιν ὑγροῖσι φύσει ξηραινομένοισι· τὴν γὰρ φύσιν διαλλασσομένοις ἑκάστοισι καὶ διαφθειρομένοις αἱ ὀδύναι γίνονται· ὑγιαίνονταί τε αἱ ὀδύναι τοῖσιν ὑπεναντίοισιν· ἴδιον ἑκάστῳ νοσήματί ἐστι· τοῖσι θερμοῖσι φύσει, διὰ δὲ τὸ ψυχρὸν νοσέουσι, θερμαῖνόν τε καὶ τἄλλα τούτων κατὰ λόγον. Ἄλλος ὅδε τρόπος· διὰ τὰ ὅμοια νοῦσος γίνεται, καὶ διὰ τὰ ὅμοια προσφερόμενα ἐκ νοσεύντων ὑγιαίνονται· οἷον στραγγουρίην τὸ αὐτὸ ποιέει οὐκ ἐοῦσαν, καὶ ἐοῦσαν τὸ αὐτὸ παύει· καὶ βὴξ κατὰ τὸ αὐτὸ, ὥσπερ καὶ στραγγουρίη, ὑπὸ τῶν αὐτῶν γίνεται καὶ παύεται. Ἄλλος ὅδε τρόπος· πυρετὸς ὁ διὰ φλεγμασίην γινόμενος, τοτὲ μὲν ὑπὸ τῶν αὐτῶν γίνεται καὶ παύεται, τοτὲ δὲ τοῖσιν ὑπεναντίοισιν ἢ ἐγένετο· τοῦτο μὲν γὰρ εἴ τις βούλεται λούειν ὕδατι θερμῷ καὶ ποτὰ πολλὰ διδόναι, ὑγιὴς γίνεται διὰ τὸ φλεγμαῖνον, τοῖσι φλεγμαίνειν ποιέουσι προσφερομένοισιν ὁ ὢν πυρετὸς γίνεται ὑγιής· καὶ εἴ τις βούλεται φάρμακον πίσαι ὑποχωρητικὸν καὶ ἐμετικὸν, τὸν αὐτὸν τρόπον τοῖσί
43. Τούτου δ’ αἴτιόν ἐστιν ἡ τοῦ σώματος ἀσθενείη· τὸ γὰρ σῶμα ὑπὸ μὲν τῶν σιτίων ἴσων ἴσως τρέφεται, ὑπὸ δὲ τοῦ σώματος τὰ σιτία κρατέεται· ἐπὴν δὲ πλέον ἢ ἔλασσον προσενέγκηται, ἢ ἀλλοίως μεταλλάξας κρατέηται, κρατέει τόδε καὶ τὰ σιτία· καὶ ὁπόταν κρατέηται τὸ σῶμα ὑπὸ τῶν προσοισμάτων, [ἃ] θάλλειν ποιέει ταὐτὰ καὶ κρατέει ἅμα τοῦ σώματος τά τε ὑπεναντία ποιέουσιν. Αὐτίκα τὸ λοῦσθαι θερμῷ, ἕως μὲν ἂν τὸ σῶμα κρατέῃ τοῦ προσοίσματος, θάλλει· ἐπὴν δὲ κρατηθῇ, ἰσχνὸν ποιέει τὸ σῶμα· καὶ τὸ εὐωχέεσθαι ὁμοίως τοῦ λοῦσθαι ποιέει· ταῦτα μὲν γὰρ ἕως μὲν ἂν κρατέωνται, θάλλειν ποιέουσιν· ἐπὴν δὲ κρατέωσιν, ὑπεκχωρήσεις τε ποιέουσιν καὶ ἀλλοίας κακίας· ὁπότε δὲ τὸ προσφερόμενον μεταλλάσσεται,