De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
46. Ἰητρικὴ δή μοι δοκέει ἤδη ἀνευρῆσθαι ὅλη, ἥτις οὕτως ἔχει, ἥτις διδάσκει ἕκαστα καὶ τὰ ἔθεα καὶ τοὺς καιρούς. Ὃς γὰρ οὕτως ἰητρικὴν ἐπίσταται, ἐλάχιστα τὴν τύχην ἐπιμένει, ἀλλὰ καὶ ἄνευ τύχης καὶ ξὺν τύχῃ εὐποιηθείη ἄν. Βέβηκε γὰρ ἰητρικὴ πᾶσα, καὶ φαίνεται τῶν σοφισμάτων τὰ κάλλιστα ἐν αὐτῇ συγκείμενα ἐλάχιστα τύχης δεῖσθαι· ἡ γὰρ τύχη αὐτοκρατὴς καὶ οὐκ ἄρχεται, οὐδ’ ἐπ’ εὐχῇ ἐστιν αὐτὴν ἐλθεῖν· ἡ δ’ ἐπιστήμη ἄρχεταί τε καὶ εὐτυχής ἐστιν, ὁπόταν βούληται ὁ ἐπιστάμενος χρῆσθαι. Ἔπειτα τί καὶ δεῖται ἰητρικὴ τύχης; εἰ μὲν γὰρ ἔστι τῶν νοσημάτων φάρμακα σαφῆ, οἶμαι, οὐκ ἐπιμένει τὴν τύχην τὰ φάρμακα ὑγιᾶ ποιῆσαι τὰ νοσήματα, εἴ πέρ ἐστι τὰ φάρμακα· εἰ δὲ σὺν τῇ τύχῃ διδόναι ὠφελέει, οὐδὲν μᾶλλον τὰ φάρμακα ἢ καὶ τὰ μὴ φάρμακα σύν γε τῇ τύχῃ ὑγιᾶ ποιέουσι προσφερόμενα τοῖσι νοσήμασιν. Ὅστις δὲ τὴν τύχην ἐξ ἰητρικῆς ἢ ἐξ ἄλλου τινὸς ἐξελάσει, φάμενος οὐ τοὺς καλῶς τι πρῆγμα ἐπισταμένους χρῆσθαι τύχῃ, τὸ ὑπεναντίον δοκέει μοι γινώσκειν· ἐμοὶ γὰρ δοκέουσι μοῦνοι καὶ ἐπιτυγχάνειν καὶ ἀτυχεῖν οἱ καλῶς τι καὶ κακῶς πρῆξαι ἐπιστάμενοι· ἐπιτυγχάνειν τε γὰρ τοῦτ’ ἐστὶ τὸ καλῶς ποιέειν, τοῦτο δὲ οἱ ἐπιστάμενοι ποιέουσιν· ἀτυχεῖν δὲ, τοῦτ’ ἐστὶν, ὃ ἤν τις μὴ ἐπίστηται, τοῦτο μὴ καλῶς ποιέει· ἀμαθὴς δὲ ἐὼν, πῶς ἂν ἐπιτύχοι; εἰ γάρ τι καὶ ἐπιτύχοι, οὐκ ἂν ἀξίως λόγου
47. Τὰ γυναικεῖα νοσεύματα καλεύμενα· αἱ ὑστέραι πάντων τῶν νοσημάτων αἴτιαί εἰσιν· αὗται γὰρ ὅπη ἂν ἐκ τῆς φύσιος μετακινηθέωσι, νούσους παρέχουσιν, ἤν τε προέλθωσιν, ἤν τε παραχωρήσωσιν. Καὶ ὅταν μὲν μὴ βάλλουσαι τὸ στόμα αἱ μῆτραι καὶ μὴ ψαύουσαι τῶν κρημνῶν μετακεκινημέναι ἔωσιν ἔξω, σμικροτάτη νοῦσός ἐστιν· ἐπεὶ δὲ προκινηθέωσιν ἐς τὸ ἔμπροσθεν καὶ ἐμβάλλωσι τὸ στόμα ἐς τὸν κρημνὸν, πρῶτον μὲν ψαύσασα πόνον παρέσχεν, εἶτα ἀποφραχθεῖσα ἡ μήτρη καὶ ἐπιπωμασθεῖσα ὑπὸ τῆς ἐμβλήσεως τῆς ἐς τὸν κρημνὸν, οὐ γίνεται ῥόος τὰ καταμήνια καλεύμενα· τοῦτο δὲ συνιστάμενον οἶδός τε καὶ ὀδύνην παρέχει. Καὶ ἢν μὲν κάτω κατελθοῦσα καὶ ἀποστραφεῖσα ἐμβάλλῃ ἐς τὸν βουβῶνα, ὀδύνην παρέξει· ἢν δὲ ἄνω ἐπαναχωρήσασα ἀποστραφῇ καὶ ἀποφραχθῇ, καὶ οὕτω διὰ τὴν ἀραιότητα νοῦσον παρέχει· ὁπόταν δὲ διὰ τοῦτο νοσέῃ, ἐς τὰ ἰσχία καὶ τὴν κεφαλὴν ὀδύνην ποιέει. Ὁπόταν δὲ αἱ μῆτραι πρησθεῖσαι συνοιδήσωσιν, οὐ ῥεῖ οὐδὲν, καὶ πλέαι γίνονται· ἐπὴν δὲ πλέαι γίνωνται, ψαύουσι τῶν ἰσχίων· ἐπὴν δὲ πλησθεῖσαι αἱ μῆτραι ὑγρότητος διευρυνόμεναι οὐ χωρέωνται, ψαύωσι δὲ τῶν ἰσχίων, ὀδύνας παρέχουσι καὶ ἐς τὰ ἰσχία καὶ ἐς τὸν βουβῶνα, καὶ οἷον σφαῖραι ἐν τῇ γαστρὶ ὑποτρέχουσι, καὶ τὴν κεφαλὴν πονέουσι, τοτὲ μὲν ἐς τὸ ἕτερον μέρος, τοτὲ δὲ ὅλην, οἵη γίνεται καὶ ἡ νοῦσος. Ὧδε δὴ ταῦτα εὐτρεπιστέον· ἢν μὲν προέλθῃ μοῦνον καὶ ᾖ διαχρίειν, χρῶ ᾧ