De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
40. Φλέβα δὲ ὧδε χρὴ καίειν ἐπιτήδειον, ὥστε τὸ νόσημα ὃ ἂν καὶ ᾖ νοσέων· ἢν κεκαυμένος ᾖ ὥνθρωπος, ῥέῃ δέ τι τοῦ αἵματος, ὡς μὴ ἐπικίνδυνον ᾖ τοῦτο αὐτῷ, ἀμφότερα ταῦτ’ ἐστὶ ποιέειν· ἢν [μὴ] διακαύσῃς, ταύτῃ ἐν τῷ πόνῳ, οὗ εἵνεκα ἐκαίετο, οὐ ξυμφύεται, ὠφέλησε δὲ τῷ ῥόῳ· ἢν γὰρ διακαῇ, οὐ ῥέει· ἐπὴν γὰρ διακαῇ, τὸ ἄκρον ἑκάτερον ἀνατρέχει τῆς φλεβὸς, ἣ διεκάη, καὶ συναυαίνεται· ἢν δὲ καταλελειμμένον ᾖ, ὑπὸ τοῦ καταλελειμμένου, διαῤῥέοντος τοῦ αἵματος, ὑγραίνεται· ἢν δὲ αἷμα ῥέῃ ἐκ φλεβὸς, διακαίειν ἐπικαρσίην· ἢν δὲ μὴ παύηται πρὸς ταῦτα, ἄνω καὶ κάτω ἑκατέρωθεν διατάμνειν, ὡς ἀποτρεφθῇ τὸ αἷμα ῥέον· διαλελαμμένον γὰρ φαρμάκῳ ῥᾷον παύειν ἢ τὸ ἀθρόον. Ὀδύνης ἐν κεφαλῇ τοῦ αἵματος ἀφαιρέειν ἀπὸ τῶν φλεβῶν· ἢν δὲ μὴ παύηται, ἀλλὰ πολυχρόνιον ᾖ, διάκαιε τὰς φλέβας, καὶ ὑγιὴς γίνεται· ἢν δὲ κεφαλὴν καθήρῃς, μᾶλλον πονέεις.
41. Ἰητρικὴν οὐ δυνατόν ἐστι ταχὺ μαθεῖν διὰ τόδε, ὅτι ἀδύνατόν ἐστι καθεστηκός τι ἐν αὐτῇ σόφισμα γενέσθαι, οἷον ὁ τὸ γράφειν ἕνα τρόπον μαθὼν ὃν διδάσκουσι, πάντα ἐπίσταται· καὶ οἱ ἐπιστάμενοι πάντες ὁμοίως διὰ τόδε, ὅτι τὸ αὐτὸ καὶ ὁμοίως ποιεύμενον νῦν τε καὶ οὐ νῦν οὐκ ἂν τὸ ὑπεναντίον γένοιτο, ἀλλ’ αἰεὶ ἐνδυκέως