De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

38. Τὰ παλαιὰ νοσήματα χαλεπώτερον ἰᾶσθαι τῶν νέων· ἀλλὰ νοσήματα τὰ παλαιὰ νέα πρῶτον ποιέειν· ἕλκος πεπωρωμένον, ἐκβάλλοντα τὸ σκληρὸν σηπτηρίῳ φαρμάκῳ, ἔπειτα συνάγειν. Τῶν φαρμάκων ὅσα φλεγμαίνειν ποιέει μάλιστα, ταῦτα συνάγουσι τὰ καθαρά· τὰ δ’ ἰσχναίνοντα, ταῦτα δὲ καθαίρουσιν. Ἢν δέ τις συνάγῃ τὰ μήπω ὡραῖα ἐόντα, τὸ νοσέον τρέφει σῶμα ὃ ἂν ἕλκος ἔχῃ· καὶ ἢν μὲν συνάγειν δέῃ τὸ ἕλκος καὶ ἐμπλῆσαι, φλεγμαίνειν ἀρήγει, καὶ ἢν ἐν κεφαλῇ σάρκα βούλῃ· ἐπαναφερομένη γὰρ ἡ σὰρξ ὑπὸ τῶν σιτίων ὠθέει τὴν ὑπὸ τοῦ φαρμάκου σηπομένην καὶ ξυμμαχεῖ· ἢν δὲ μετέωρον ᾖ λίην, ἰσχναίνειν τοῖσι σιτίοισι.

39. Τοὺς ἀνιωμένους καὶ νοσέοντας καὶ ἀπάγχεσθαι βουλομένους, μανδραγόρου ῥίζαν πρωῒ πιπίσκειν ἔλασσον ἢ ὡς μαίνεσθαι. Σπασμὸν ὧδε χρὴ ἰᾶσθαι· πῦρ παρακαίειν ἑκατέρωθεν τῆς κλίνης, καὶ μανδραγόρου ῥίζαν πιπίσκειν ἔλασσον ἢ ὡς μαίνεσθαι, καὶ πρὸς τοὺς τένοντας τοὺς ὀπισθίους σακκία προστιθέναι θερμά. Ἀπὸ σπασμοῦ πυρετὸς ἢν ἐπιλάβῃ, παύεται αὐθημερὸν ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ

330
ἡμέρῃ. Ἀπὸ ῥήγματος πυρετὸς οὐ λάζεται πλεῖον ἢ τρεῖς ἢ τέσσαρας ἡμέρας· ἢν δὲ λάζηται, οἰόμενος ἀπὸ ῥήγματος ἔχειν, ἀπ’ ἄλλου τινὸς λάζοιτο ἂν, καὶ οὐ χρὴ ὡς ἂν ἀπὸ ῥήγματος εὐτρεπίζειν. Ὁπόταν ἄνθρωπος συντεταμένος ᾖ τοὺς πόδας καὶ τὰς χεῖρας, μανίην ἑωυτῷ ποιέει.