De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

29. Ἰσχιὰς δὲ ὅταν γένηται, ὀδύνη λαμβάνει ἐς τὴν πρόσφυσιν τοῦ ἰσχίου καὶ ἐς ἄκρον τὸ πυγαῖον καὶ ἐς τὸν γλουτόν· τέλος δὲ καὶ διὰ παντὸς τοῦ σκέλεος πλανᾶται ἡ ὀδύνη. Τούτῳ ξυμφέρει, ὅταν ἡ ὀδύνη ἔχῃ, μαλάσσειν καθ’ ὁκοῖον ἂν τυγχάνῃ τοῦ σκέλεος στηρίζουσα ἡ ὀδύνη, ἐν λουτροῖσι καὶ χλιάσμασι καὶ πυρίῃσι, καὶ τὴν κοιλίην ὑπάγειν· ὅταν δὲ λωφήσῃ ἡ ὀδύνη, φάρμακον δοῦναι κάτω· καὶ μετὰ ταῦτα πιεῖν γάλα ὄνου ἑφθόν· διδόναι δὲ τῆς ὀδύνης ἃ γέγραπται παρὰ τοῖσι φαρμάκοισιν. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν χολὴ καὶ φλέγμα ἐς τὴν αἱμόῤῥοον φλέβα καταστηρίξῃ, ἢ ἐξ ἑτέρης νούσου, ἢ ἄλλως, ὁκόσον ἂν τοῦ αἵματος ὑπὸ φλέγματος καὶ χολῆς νοσήσῃ ξυνεστηκός· τοῦτο γὰρ πλανᾶται ἀνὰ τὸ σκέλος διὰ τῆς

242
φλεβὸς τῆς αἱμοῤῥόου καὶ ὅκου ἂν στῇ, ἡ ὀδύνη κατὰ τοῦτο ἔνδηλος μάλιστα γίνεται, ἡ δὲ νοῦσος μακρὴ γίνεται καὶ ἐπίπονος, θανατώδης δὲ οὔ· ἢν δὲ ἐς ἕν τι χωρίον καταστηρίξῃ ἡ ὀδύνη καὶ στῇ, καὶ τοῖσι φαρμάκοισι μὴ ἐξελαύνηται, καῦσαι καθ’ ὁκοῖον ἂν τόπον τυγχάνῃ ἐοῦσα ἡ ὀδύνη, καίειν δὲ τῷ ὠμολίνῳ.