De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
30. Ἀρθρῖτις νοῦσος ὅταν ἔχῃ, λαμβάνει πῦρ, καὶ ὀδύνη τὰ ἄρθρα τοῦ σώματος λαμβάνει ὀξείη, καὶ ἐς ἄλλο τε καὶ ἄλλο τῶν ἄρθρων ὀξύτεραί τε καὶ μαλακώτεραι καταστηρίζουσιν αἱ ὀδύναι. Τούτῳ ξυμφέρει προσφέρειν, ᾗ ἂν ἡ ὀδύνη ἔχῃ, ψύγματα, καὶ ἐκ τῆς κοιλίης ὑπάγειν τὰ ἐνεόντα κλύσμασιν ἢ βαλάνῳ, καὶ ῥοφᾶν διδόναι καὶ πιεῖν ὅ τι ἂν δοκέῃ σοι ξυνοῖσον· ὅταν δὲ ἡ ὀδύνη ἀνῇ, φάρμακον κάτω πίσαι, καὶ μετὰ τοῦτο πίνειν ὀῤῥὸν ἑφθὸν ἢ ὄνου γάλα. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς καὶ φλέγματος, ὅταν κινηθέντα ἐς τὰ ἄρθρα καταστηρίξῃ· καὶ ὀλιγοχρονίη μὲν γίνεται καὶ ὀξείη, θανατώδης δὲ οὔ· νεωτέροισι δὲ εἴωθε μᾶλλον ἢ γεραιτέροισι γίνεσθαι.