De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
28. Στραγγουρίης τρόποι μὲν πολλοὶ καὶ παντοῖοι· ξυμφέρει δὲ ἔξωθεν μὲν τὸ σῶμα μαλάσσειν λουτροῖσι θερμοῖσιν, ἔσωθεν δὲ διυγραίνειν τὴν μὲν κοιλίην σιτίοισιν ὑφ’ ὧν εὔροος ἔσται, τὴν δὲ κύστιν ποτοῖσιν ὑφ’ ὧν τὸ οὖρον ὡς πλεῖστον διαχεῖται· διδόναι δὲ καὶ τῶν διουρητικῶν φαρμάκων, ἃ γέγραπται ἐν τῇ φαρμακίτιδι παύοντα τῆς ὀδύνης. Ἡ δὲ νοῦσος ὑπὸ τοῦ φλέγματος γίνεται· καὶ ὅταν μὲν ἡ κύστις ξηρανθῇ, ἢ ψυχθῇ, ἢ κενωθῇ, ὀδύνην παρέχει· ὅταν δὲ ὑγρή τε καὶ πλήρης ᾖ καὶ κεχυμένη, ἧσσον· ἡ δὲ νοῦσος τοῖσι μὲν παλαιοτέροισι μακροτέρη γίνεται, τοῖσι δὲ νεωτέροισι βραχυτέρη, θανατώδης δὲ οὐδετέροισιν.