De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
22. Ὕδερος δὲ γίνεται τὰ μὲν πλεῖστα, ὅταν τις ἐκ νούσου μακρῆς ἀκάθαρτος διαφέρηται πολὺν χρόνον· φθείρονται γὰρ αἱ σάρκες, καὶ τήκονται, καὶ γίνονται ὕδωρ· γίνεται δὲ ὕδρωψ καὶ ἀπὸ τοῦ σπληνὸς, ὅταν νοσήσῃ, καὶ ἀπὸ τοῦ ἥπατος, καὶ ἀπὸ λευκοῦ φλέγματος, καὶ ἀπὸ δυσεντερίης καὶ λειεντερίης. Καὶ ἢν μὲν ἐξ ἀκαθαρσίης γένηται ὕδρωψ, ἡ μὲν γαστὴρ ὕδατος πίμπλαται, οἱ δὲ πόδες καὶ αἱ κνῆμαι ἐπαίρονται, οἱ δὲ ὦμοι καὶ αἱ κληβδες καὶ τὰ στήθεα καὶ οἱ μηροὶ τήκονται. Τοῦτον ἢν ἀρχόμενον λάβῃς πρὸ τοῦ ὑπέρυδρον γενέσθαι, φάρμακα πιπίσκειν κάτω, ὑφ’ ὧν ὕδωρ ἢ φλέγμα καθαίρεται, χολὴν δὲ μὴ κινέειν, σιτίοισι δὲ καὶ ποτοῖσι καὶ πόνοισι καὶ περιπάτοισι διαιτᾷν, ὑφ’ ὧν ἰσχνὸς καὶ ξηρὸς ἔσται, καὶ αἱ σάρκες ὡς ἰσχυρόταται· ἡ δὲ νοῦσος θανατώδης, ἄλλως τε καὶ ἢν φθῇ ἡ γαστὴρ