De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

23. Δυσεντερίη ὅταν ἔχῃ, ὀδύνη ἔχει κατὰ πᾶσαν τὴν κοιλίην, καὶ στρόφος, καὶ διαχωρέει χολήν τε καὶ φλέγμα, καὶ αἷμα ξυγκεκαυμένον. Τούτου καθήρας τὴν κεφαλὴν, φάρμακον πῖσαι ἄνω, ὅ τι φλέγμα καθαίρει, καὶ τὴν κοιλίην γάλακτι ἑφθῷ διανίψας, τὸ ἄλλο σῶμα θεραπεύειν· καὶ ἢν μὲν ἄπυρος ᾖ, τὴν μὲν κοιλίην λιπαροῖσι καὶ πίοσι καὶ γλυκέσι καὶ ὑγροῖσιν ὑπάγειν αἰεὶ τὰ ἐνεόντα, καὶ λούειν πολλῷ καὶ θερμῷ τὰ κάτω τοῦ ὀμφαλοῦ, ἢν ὀδύνη ἔχῃ· τὰ δὲ πόματα καὶ τὰ ῥοφήματα καὶ τὰ σιτία προσφέρειν κατὰ τὰ γεγραμμένα ἐν τῇ φαρμακίτιδι. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν χολὴ καὶ φλέγμα καταστηρίξῃ ἐς τὰς φλέβας καὶ τὴν κοιλίην· νοσέει μὲν τὸ αἷμα καὶ διαχωρέει ἐφθαρμένον, νοσέει δὲ καὶ τὸ ἔντερον καὶ ξύεται καὶ ἑλκοῦται. Γίνεται δὲ αὕτη ἡ νοῦσος καὶ μακρὴ καὶ πολύπονος καὶ θανατώδης· καὶ ἢν μὲν ἔτι τοῦ σώματος ἰσχύοντος θεραπεύηται, ἐλπὶς

236
διαφυγεῖν· ἢν δὲ ἤδη ἐκτετηκότος καὶ τῆς κοιλίης παντάπασιν ἡλκωμένης, ζωῆς οὐδεμία ἐλπίς.