De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

21. Εἰλεὸς ὅταν λάβῃ, ἡ γαστὴρ σκληρὴ γίνεται, καὶ διαχωρέει οὐδέν· καὶ ὀδύνη κατὰ πᾶσαν τὴν κοιλίην ἔχει, καὶ πυρετὸς, καὶ δίψα· ἐνίοτε δὲ ὑπὸ πόνου καὶ ἐμέει χολήν. Τοῦτον χρὴ διυγραίνειν

232
καὶ ἔσωθεν καὶ ἔξωθεν, καὶ λούειν πολλῳ καὶ θερμῷ, καὶ πίνειν ὅσα τήν τε κοιλίην κινέει καὶ τὸ οὖρον ὑπάγει, καὶ ὑποκλύζειν ἢν δέχηται· ἢν δὲ μὴ δέχηται τὸ κλύσμα, αὐλίσκον προσδήσας πρὸς ποδεῶνα ἀσκίου, φυσήσας, ἐνιέναι τὴν φῦσαν πολλήν· καὶ ἐπειδὰν ἀρθῇ τὸ ἔντερον ὑπὸ τῆς φύσης καὶ ἡ γαστὴρ, ἐξελὼν τὸν αὐλίσκον, ἐνιέναι παραχρῆμα κλύσμα· καὶ ἢν δέξηται, ὑποχωρήσει καὶ ὑγιὴς ἔσται· ἢν δὲ μηδ’ οὕτω δέξηται τὸ κλύσμα, ἀποθνήσκει μάλιστα ἑβδομαῖος. Ἡ δὲ τοιαύτη νοῦσος γίνεται, ὅταν τῆς κόπρου ξυγκαυθῇ ἀθρόον ἐν τῷ ἐντέρῳ· περὶ τοῦτο περιίσταται φλέγμα, καὶ τὸ ἔντερον, ἅτε τούτων ἀθρόων ἐνεσκληκότων, περιοιδέει· καὶ οὔτε τῶν ἄνωθεν πινομένων φαρμάκων δέχεται, ἀλλὰ ἀνεμέει, οὔτε τῶν κάτωθεν προσφερομένων κλυσμάτων δέχεται· ἔστι δὲ τὸ νούσημα ὀξὺ καὶ ἐπικίνδυνον.