De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

20. Ὁκόσοι δὲ σπλῆνα ἔχουσι μέγαν, ὅσοι μέν εἰσι χολώδεες, κακόχροοί τε γίνονται καὶ κακελκέες καὶ δυσώδεες ἐκ τοῦ στόματος καὶ λεπτοί· καὶ ὁ σπλὴν σκληρὸς, καὶ αἰεὶ παραπλήσιος τὸ μέγεθος· καὶ τὰ σιτία οὐ διαχωρέει· ὁκόσοι δὲ φλεγματίαι, ταῦτά τε ἧσσον

230
πάσχουσι, καὶ ὁ σπλὴν ἄλλοτε μέζων γίνεται, ἄλλοτε δὲ ἐλάσσων. Τούτοισι δὲ ξυμφέρει, ἢν μὲν ἀκάθαρτοι φαίνωνται, καθαίρειν καὶ τὴν κεφαλὴν καὶ τὸ ἄλλο σῶμα· ἢν δὲ μὴ δέωνται φαρμακείης, διαιτᾷν, τοῖσι μὲν φλεγματώδεσι ξηραίνοντα τὸ σῶμα καὶ ἰσχναίνοντα σιτίοισι καὶ ποτοῖσι καὶ ἐμέτοισι καὶ γυμνασίοισιν ὡς πλείστοισι καὶ περιπάτοισι· καὶ τοῦ ἦρος ἐλλεβόρῳ καθαίρειν ἄνω· ὁκόσοι δὲ χολώδεες, ξυμφέρει διυγραίνοντα τῇ διαίτῃ ὑπάγειν τὴν κοιλίην καὶ τὴν κύστιν, καὶ τὴν φλέβα τὴν σπληνῖτιν ἀφιέναι πυκνά· καὶ τοῖσι διουρητικοῖσι φαρμάκοισι χρῆσθαι, ἃ γέγραπται μαλθάσσειν τὸν σπλῆνα, καὶ καθαίρειν ἔτεος ὥρῃ, καὶ τοῦτο χολήν. Ἔνιοι δὲ τῶν σπληνιώντων ὑπὸ μὲν τῶν φαρμάκων πίνοντες οὐκ ὠφελέονται, οὐδ’ ὑπὸ τῆς ἄλλης θεραπείης, οὐδὲ ἰσχνότερος οὐδὲν γίνεται αὐτῶν ὁ σπλὴν, ἀλλὰ κρατέεται τὰ προσφερόμενα ὑπὸ τοῦ μεγέθεος τῆς νούσου· προϊόντος δὲ τοῦ χρόνου ἐνίοισι μὲν ἐς ὕδρωπα περιίσταται ἡ νοῦσος, καὶ διεφθάρησαν· ἐνίοισι δὲ ἐκπυΐσκεται, καὶ καυθέντες ὑγιέες γίνονται· ἐνίοισι δὲ καὶ ξυγκαταγηράσκει σκληρός τε ἐὼν καὶ μέγας. Τὸ δὲ νούσημα γίνεται, ὅταν ἐκ πυρετῶν καὶ κακοθεραπείης χολὴ ἢ φλέγμα ἢ καὶ ἀμφότερα ἐς τὸν σπλῆνα καταστηρίξῃ, καὶ πολυχρόνιον μέν ἐστι τὸ πάθος, θανατῶδες δὲ οὔ. Τῶν δὲ φαρμάκων ὅσα δίδοται τοῦ σπληνὸς, τὰ μὲν διὰ τῆς κύστιος καθαίρει καὶ ποιέει λαπαρώτερον, τὰ δὲ καθαίρει μὲν οὔτε διὰ τῆς κύστιος οὐδὲν ὅ τι καὶ φανερὸν οὔτ’ ἄλλῃ οὐδαμῆ, λαπάσσει δὲ τὸν σπλῆνα.