De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
19. Φλέγμα λευκὸν ὅταν ἔχῃ, τὸ σῶμα οἰδέει πᾶν λευκῷ οἰδήματι, καὶ τῆς αὐτῆς ἡμέρης τοτὲ μὲν δοκέει ῥᾴων εἶναι, τοτὲ δὲ φλαυρότερος, καὶ τὸ οἴδημα ἄλλοτε ἄλλῃ τοῦ σώματος μέζον τε καὶ ἔλασσον γίνεται· τούτῳ φάρμακα διδόναι κάτω, ὑφ’ ὧν ὕδωρ ἢ φλέγμα καθαίρεται· διαιτᾷν δὲ σιτίοισι καὶ ποτοῖσι καὶ πόνοισιν, ὑφ’ ὧν ὡς ξηρότατος ἔσται καὶ ἰσχνότατος. Ἡ δὲ νοῦσος αὕτη γίνεται ἀπὸ φλέγματος, ὅταν τις ἐκ πυρετῶν πολυχρονίων φλεγματώδης ὢν ἀκάθαρτος γένηται, τρέπηταί τε τὸ φλέγμα αὐτοῦ ἀνὰ τὰς σάρκας· καὶ λευκότερον μὲν οὐδὲν τοῦτο τοῦ ἄλλου φλέγματος, ὁ δὲ χρὼς φαίνεται λευκότερος· τὸ γὰρ αἷμα ὑπὸ πλήθους τοῦ φλέγματος ὑδαρέστερον γίνεται, καὶ οὐκ ἔνι ὁμοίως ἐν αὐτῷ τὸ εὔχροον, καὶ διὰ τοῦτο λευκότεροί τε φαίνονται, καὶ καλέεται ἡ νοῦσος φλέγμα λευκόν. Ἢν μὲν οὖν θεραπευθῇ ἀρχομένης τῆς νούσου, ὑγιὴς γίνεται· ἢν δὲ μὴ, ἐς ὕδρωπα μεθίσταται ἡ νοῦσος, καὶ διέφθειρε τὸν ἄνθρωπον.