De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
18. Καὶ τριταῖοι δὲ καὶ τεταρταῖοι πυρετοὶ ἐκ τῶν αὐτῶν γίνεσθαι πεφύκασιν· αὕτη ἡ κατάστασις τῶν νουσημάτων μάλιστα μὲν τοῦ θέρεος γίνεται, ἐνίοισι δὲ καὶ τοῦ χειμῶνος. Τριταῖος δὲ πυρετὸς ὅταν ἔχῃ, ἢν μέν σοι δοκέῃ ἀκάθαρτος εἶναι, τῇ τετάρτῃ φάρμακον δοῦναι· ἢν δὲ μή σοι δοκέῃ φαρμάκου δεῖσθαι, διδόναι φάρμακα ποτὰ, οἷσιν μεταστήσεται ὁ πυρετὸς ἢ ἀπολείψει, διδόναι δὲ ὥσπερ γέγραπται ἐν τοῖσι φαρμάκοισι· καὶ τῇ μὲν λήψει ῥοφήματι καὶ ποτῷ διαιτᾷν, ταῖς δὲ διὰ μέσου, σιτίοισι διαχωρητικοῖσι. Λαμβάνει δ’ ὡς ἐπὶ τὸ πουλὺ οὐκ ἐπὶ πλεῖστον· ἢν δὲ μὴ θεραπεύηται, ἐθέλει μεθίστασθαι ἐς τεταρταῖον καὶ γίνεσθαι πουλυχρόνιος. Ἢν δὲ τεταρταῖος λαμβάνῃ, ἢν μὲν ἀκάθαρτος ᾖ, καθαίρειν πρῶτον μὲν τὴν κεφαλήν· καὶ διαλιπὼν τρεῖς ἢ τέσσαρας ἡμέρας, φάρμακον διδόναι ἄνω κατ’ αὐτὴν τὴν λῆψιν· διαλιπὼν δὲ κάτω δοῦναι ἕτερον ἐν αὐτῇ τῇ λήψει· ἢν δὲ πρὸς ταῦτα μὴ παύηται, διαλιπὼν πάλιν, λούσας πολλῷ καὶ θερμῷ, δοῦναι τῶν φαρμάκων ἃ γέγραπται· ποτήμασι δὲ καὶ ῥοφήμασι καὶ τῇ ἄλλῃ διαίτῃ χρῆσθαι, ὥσπερ ἐπὶ τοῦ τριταίου· λαμβάνει δὲ οὗτος ὁ πυρετὸς τοὺς μὲν πλείστους πουλὺν χρόνον, τοὺς δὲ καὶ ὀλίγον· καὶ γίνεται μὲν ὁ τριταῖος καὶ ὁ τεταρταῖος ὑπὸ χολῆς καὶ φλέγματος· διότι δὲ ὁ τριταῖος