De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
17. Τὰ δὲ νουσήματα, ὅσα τοῦ θέρεος γίνεται, εἴωθε γίνεσθαι οὕτως· ὅταν τὸ σῶμα ὑπὸ τοῦ ἡλίου θαλφθῇ, ὑγραίνεται· ὑγραινόμενον
226
δὲ νοσέει, ἢ πᾶν, ἢ ἐς ὅ τι ἂν καταστηρίξῃ τὸ φλέγμα καὶ ἡ χολή. Ἢν μὲν οὖν τις αὐτὰ ἀρχόμενα θεραπεύῃ, οὔτε μακρὰ γίνεται, οὔτε ἐπικίνδυνα· ἢν δὲ μὴ θεραπεύῃ, ἢ κακῶς θεραπεύῃ, φιλέει καὶ μακρότερα γίνεσθαι, πολλάκις δὲ καὶ κτείνει.