De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
10. Φρενῖτις ὅταν λάβῃ, πυρετὸς ἴσχει βληχρὸς τὸ πρῶτον, καὶ ὀδύνη πρὸς τὰ ὑποχόνδρια, μᾶλλον δὲ πρὸς τὰ δεξιὰ ἐς τὸ ἧπαρ· ὅταν δὲ τεταρταῖος γένηται καὶ πεμπταῖος, ὅ τε πυρετὸς ἰσχυρότερος γίνεται, καὶ αἱ ὀδύναι, καὶ τὸ χρῶμα ὑπόχολον γίνεται, καὶ τοῦ νοῦ παρακοπή. Τούτῳ, τῆς μὲν ὀδύνης, ἅπερ ἐν τῇ πλευρίτιδι, διδόναι,
218
καὶ χλιαίνειν, ἵν’ ἡ ὀδύνη ἔχει· τὴν κοιλίην δὲ θεραπεύειν, καὶ τἄλλα ποιέειν τὰ αὐτὰ, πλὴν τοῦ ποτοῦ· ποτῷ δὲ χρῆσθαι τῶν ἄλλων ὅτῳ ἂν ἐθέλῃς, πλὴν οἴνου, ἢ ὄξος καὶ μέλι καὶ ὕδωρ διδόναι· οἶνος δὲ οὐ ξυμφέρει τοῦ νοῦ παρακόπτοντος, οὔτε ἐν ταύτῃ τῇ νούσῳ, οὔτε ἐν τῇσιν ἄλλῃσι· λούειν δὲ πολλῷ καὶ θερμῷ κατὰ τὴν κεφαλὴν ἐν ταύτῃ τῇ νούσῳ ξυμφέρει· μαλασσομένου γὰρ τοῦ σώματος, καὶ ἱδρὼς μᾶλλον γίνεται, καὶ ἡ κοιλίη καὶ τὸ οὖρον διαχωρέει, καὶ αὐτὸς ἑαυτοῦ ἐγκρατέστερος γίνεται. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς, ὅταν κινηθεῖσα πρὸς τὰ σπλάγχνα καὶ τὰς φρένας προσίζῃ· κρίνεται δὲ ἡ μὲν βραχυτάτη ἑβδομαίη, ἡ δὲ μακροτάτη ἑνδεκαταίη· διαφεύγουσι δὲ καὶ ταύτην ὀλίγοι· μεθίσταται δὲ καὶ αὕτη ἐς περιπλευμονίην, καὶ ἢν μεταστῇ, ὀλίγοι διαφεύγουσιν.