De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
11. Καῦσος δὲ ὅταν ἔχῃ, πυρετὸς ἴσχει καὶ δίψα ἰσχυρή· καὶ ἡ γλῶσσα τρηχέη καὶ μέλαινα γίνεται τοῦ πνεύματος ὑπό γε θερμότητος, καὶ τὸ χρῶμα ὑπόχολον γίνεται, καὶ τὰ ὑπιόντα χολώδεα, καὶ τὰ μὲν ἔξω ψυχρὸς γίνεται, τὰ δ’ ἔσω θερμός. Τούτῳ ξυμφέρει ψύγματα προσφέρειν, καὶ πρὸς τὴν κοιλίην, καὶ ἔξωθεν πρὸς τὸ σῶμα, φυλασσόμενον μὴ φρίξῃ· καὶ τά τε πόματα καὶ τὰ ῥοφήματα διδόναι πυκνὰ καὶ κατ’ ὀλίγον ὡς ψυχρότατα, τὴν δὲ κοιλίην θεραπεύειν, κἢν μὲν μὴ ὑποχωρέῃ τὰ ἐνεόντα, κλύσαι· ψύχειν δὲ κλύσμασιν ὡς ψυχροτάτοισιν ἢ ὁσημέραι ἢ διὰ τρίτης. Ἡ δὲ νοῦσος αὕτη γίνεται ὑπὸ χολῆς, ὅταν κινηθεῖσα ἐντὸς τοῦ σώματος καταστηρίξῃ· φιλέει δὲ καὶ ἐς περιπλευμονίην μεθίστασθαι· κρίνεται δὲ ἡ μὲν βραχυτάτη