De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
9. Περιπλευμονίη· πυρετὸς ἴσχει καὶ βήξ· καὶ ἀποχρέμπτεται τὸ μὲν πρῶτον φλέγμα παχὺ καὶ καθαρὸν, ἕκτῃ δὲ καὶ ἑβδόμῃ ὑπόχολον καὶ ὑποπέλιον, ὀγδόῃ δὲ καὶ ἐνάτῃ ὑπόπυον. Τούτῳ ἢν μὲν ὀδύνη ἐγγίνηται ἢ τοῦ νώτου ἢ τῶν πλευρέων, διδόναι ὅπερ ἐν τῇ πλευρίτιδι τοῦ πλευροῦ τῆς ὀδύνης ἐν τῇ φαρμακίτιδι γέγραπται· ποτοῖσι δὲ καὶ ῥοφήμασι καὶ τῆς κοιλίης ἐς τὴν ὑποχώρησιν καὶ ψύξιν κατὰ ταὐτὰ θεραπεύειν τῇ πλευρίτιδι· ὅκως δὲ τὸ σίαλον ἐκ τοῦ πλεύμονος ἀνακαθαρεῖται καὶ τὸ πῦον, διδόναι φάρμακα ποτὰ, οἷσιν ὁ πλεύμων ὑγραίνεται, καὶ καθαίρεται τὸ πῦον ἄνω. Ἡ δὲ νοῦσος αὕτη γίνεται, ὅταν ἐκ τῆς κεφαλῆς φλέγμα ἀθρόον ῥυῇ ἐς τὸν πλεύμονα· ἔστι δ’ ὅτε καὶ ἐκ πλευρίτιδος μεθίσταται ἐς περιπλευμονίην, καὶ ἐκ καύσου· κρίνεται δὲ ἐν ἡμέρῃσιν, ἡ μὲν βραχυτάτη ἐν τεσσαρεσκαίδεκα, ἡ δὲ μακροτάτη ἐν δυοῖν δεούσαιν εἴκοσι· διαφεύγουσι δὲ ταύτην ὀλίγοι· γίνονται δὲ καὶ ἔμπυοι ἐκ ταύτης τῆς νούσου, ἢν μὴ ἐν τῇσι κυρίῃσιν ὁ πλεύμων καθαρθῇ.