VI. 185. Ὠτὸς πόνος σύντονος, μετὰ πυρετοῦ ὀξέος, καὶ ἄλλου του σημείου τῶν ὑποδυσκόλων, τοὺς μὲν νέους ἑβδομαίους κτείνει καὶ συντομώτερον, παραφρονήσαντας, μὴ ῥυέντος πολλοῦ πύον ἐκ τοῦ ὠτὸς, ἢ ἐκ ῥινῶν αἵματος, μηδὲ ἄλλου του σημείου χρηστοῦ γενομένου· τοὺς δὲ πρεσβυτέρους βραδύτερον καὶ ἧσσον ἀναιρεῖ τά τε γὰρ ὦτα φθάνει ἐκπυέειν, καὶ παραφρονέουσιν ἧσσον· ὑποστρέφουσι δὲ οἱ πολλοὶ τουτέων, καὶ οὕτως ἀπόλλυνται. 186. Κωφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν· κακὸν δὲ καὶ ἐν τοῖσι μακροῖσιν· ἄγει δ᾿ ἐν τουτέοισι καὶ ἐς ἰσχία πόνους. 187. Ἐν πυρετοῖσι κώφωσις κοιλίην ἐφίστησιν. 188. Ὦτα ψυχρὰ καὶ διαφανέα καὶ συνεσταλμένα, ὀλέθριον. 189. Βόμβος ἐν ὀξέσι, καὶ ἦχος ἐν ὠσὶ, θανάσιμον. 190. Ἦχοι μετὰ ἀμβλυωσμοῦ,
626
καὶ κατὰ ῥῖνας βάρεος, παρακρουστικὸν, καὶ αἱμοῤῥαγέει. 191. Οἷσι κώφωσις μετὰ καρηβαρίης, καὶ ὑποχονδρίου ἐντάσιος, καὶ πρὸς αὐγὰς ἐνοχλεῖν, αἱμοῤῥοεῖ. 192. Ἐν ὀξεῖ πυρετῷ ὦτα κωφοῦσθαι, μανικόν. 193. Οἱ δύσκωφοι, ἐν τῷ λαμβάνειν τρομώδεες, γλῶσσαν παραλελυμένοι, νωθροὶ, κακόν. 194. Προηκούσης ἀῤῥωστίης, κώφωσις, καὶ οὖρον ὑπέρυθρον, ἀκατάστατον, ἐναιωρεύμενον, παρακρουστικόν· τὸ ἰκτεροῦσθαι ἐν τούτοισι κακόν· κακὸν δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους, αἰσθανομένους δὲ, ξυμβαινει γίνεσθαι· τάχα δὲ καὶ κοιλίη πονηρεύεται τούτοισι. 195. Τὰ ὀδυνηρῶς παρ᾿ οὖς ἀνιστάμενα, ὀλέθρια. 196. Τὰ παρ᾿ οὖς ἐκ τοῦ ἔμπροσθεν ἀλγήματος ἐρυθήματα ἐν πυρετοῖσι γινόμενα, σημεῖον μὲν ἐρυσιπέλατος ἐπὶ προσώπου ἐσομένου· ἀτὰρ καὶ σπασμοὶ ἐκ τῶν τοιουτέων γίνονται μετὰ ἀφωνίης καὶ ἐκλύσιος. 197. Τὰ παρ᾿ οὖς ἐπὶ εἰλέοισι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ συντόνῳ χρονιωτέρως, ἀρθέντα, κτείνει. 198. Τὰ παρ᾿ οὖς, φαῦλα τοῖσι παραπληκτικοῖσιν. 199. Τὰ παρ᾿ οὖς ἐν μακροῖσι, μὴ ἐκπυεῦντα, θανάσιμον· κοιλίαι δὲ τοῖσι τουτέοισι κάτω φέρονται. 200. Ἦρά γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοί; ἦρά τι ἐφιδροῦσι τὰ ἄνω; ἦρά τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε
628
αἱ κοιλία: καταῤῥήγνυνται; καί τι καὶ κωματώδεες; ἆρα καὶ τὸ ὑδατῶδες οὖρον, ἐναιωρεύμενον λευκοῖσι, καὶ τὰ ὑποποίκιλα, ἔκλευκα, δυσώδεα; 201. Τὰ παρ᾿ οὖς λαπάσσει βηχία μετὰ πτυαλισμῶν ἰόντα. 202. Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν. 203. Τὰ παρ᾿ οὖς ἐν τοῖσι χρονίοισιν ἐκπυεύμενα μὴ λευκῷ σφόδρα καὶ ἀνόδμῳ, κτείνει, καὶ μάλιστα γυναῖκας. 204. Τὰ παρ᾿ οὖς μάλιστα τῶν ὀξέων ἐν τοῖσι καυσώδεσι γίνεται· κἢν μὴ κρίσιν ποιήσῃ, καὶ ἐκπεπαίνηται, ἢ ἐκ ῥινῶν αἷμα ῥυῇ, ἢ οὖρα ὑπόστασιν παχεῖαν λάβῃ, ἀπόλλυνται· τὰ πολλὰ δὲ τῶν τοιούτων οἰδημάτων προαποκαθίσταται· προσεπιθεωρέειν δὲ καὶ τοὺς πυρετοὺς ἤν τε ἐπιτείνωσιν, ἤν τε ἀνιῶσι, καὶ οὕτως ἀποφαίνεσθαι. 205. Ἐπὶ κωφώσει καὶ νωθρίῃ ἐκ ῥινῶν ἀποστάζειν, ἔχει τι δύσκολον· ἔμετος τουτέοισιν ἁρμόσει καὶ κοιλίης ταραχή. 206. Ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ᾿ ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι γίνηται· ἀτὰρ καὶ τοῖσι κωματώδεσιν ἐπὶ τουτέοισι καὶ μᾶλλόν τι τὰ παρ᾿ ὦτα. 207. Κώφωσιν ἐν πυρετῷ ῥύσις ἐκ ῥινῶν λύει καὶ κοιλίης ταραχή.
VII. 208. Πρόσωπον ἐκ μετεώρου ταπεινούμενον, καὶ φωνὴ λειοτέρη καὶ ἀσθενεστέρη γινομένη, καὶ πνεῦμα μανότερον καὶ λεπτότερον, ἄνεσιν ἐς τὴν ἐπιοῦσαν σημαίνει. 209. Προσώπου διαφθορὴ, θανάσιμον· ἧσσον δ᾿ ἢν δι᾿ ἀγρυπνίην, ἢ λιμὸν, ἢ κοιλίης ἐκτάραξιν
630
γένηται· καθίσταται δὲ ἐν ἡμέρῃ καὶ νυκτὶ τὸ διὰ ταῦτα διαφθαρέν· γένοιτο δ᾿ ἂν τοιοῦτον, ὀφθαλμοὶ κοῖλοι, ῥὶς ὀξεῖα, κρόταφοι συμπεπτωκότες, ὦτα ψυχρὰ καὶ συνεσταλμένα, δέρμα σκληρὸν, χρῶμα ὠχρὸν ἢ μέλαν· πελιαινόμενον δὲ ἐπὶ τουτέοισι βλέφαρον, ἢ χεῖλος, ἢ ῥὶς, συντόμως θανάσιμον. 210. Προσώπου εὔχροια καὶ σκυθρωπότης ἐν ὀξεῖ, κακόν· μετώπου ξυναγωγὴ ἐπὶ τουτέοισι, φρενιτικόν. 211. Περὶ πρόσωπον εὔχροια καὶ ἱδρῶτες ἀπυρέτοισι, κόπρανα παλαιὰ ὑπεόντα σημαίνει, ἢ διαίτης ἀταξίην. 212. Τὰ κατὰ ῥῖνας ἐρυθήματα, κοιλίης ὑγραινομένης σημεῖα· τοῖσι κατὰ τὰ ὑποχόνδρια ἢ τὸν πλεύμονα πόνοισι [ἢ] ἐμπυομένοισι κακόν.
VIII. 213. Ὀφθαλμῶν καθαρότης καὶ τὰ λευκὰ αὐτέων ἐκ μελάνων ἢ πελίων καθαρὰ γίνεσθαι, κρίσιμον· ταχέως μὲν οὖν καθαιρομένων, ταχεῖαν σημαίνει κρίσιν, βραδέως δὲ βραδυτέρην. 214. Τὸ ἀχλυῶδες τῶν ὀφθαλμῶν, ἢ τὸ λευκὸν ἐρυθραινόμενον, ἢ πελιαινόμενον, ἢ φλεβίων μελάνων πληρούμενον, οὐκ ἀστεῖον· φλαῦρον δὲ καὶ τὸ τὴν αὐγὴν φεύγειν, ἢ δακρύειν, ἢ διαστρέφεσθαι, καὶ τὸν ἕτερον ἐλάσσω γίνεσθαι· πονηρὸν, καὶ τὸ τὰς ὄψιας πυκνὰ διαῤῥίπτειν, ἢ λημία σμικρὰ περὶ αὐτὰς, ἢ
632
αἰγίδα λεπτὴν ἴσχειν, ἢ τὸ λευκὸν μέζον γίνεσθαι, τὸ δὲ μέλαν ἔλασσον, ἢ κρύπτεσθαι τὸ μέλαν ὑπὸ τὸ ἄνω βλέφαρον· πονηρὸν δὲ καὶ κοιλότης ὀμμάτων, καὶ ἔκθλιψις ἔξω σφοδρὴ, καὶ λαμπηδόνος ἔκθλιψις, ὥστε μὴ δύνασθαι τὴν κόρην ἐκτείνεσθαι, καὶ βλεφαρίδων καμπυλότης καὶ πῆξις ὀμμάτων, συνεχέως τε μύειν, καὶ χρώματα μεταβάλλειν· καὶ βλέφαρα μὴ συμβάλλειν ἐν τῷ καθεύδειν, ὀλέθριον· κακὸν δὲ καὶ ἰλλαίνων ὀφθαλμός. 215. Ὀφθαλμῶν ἔρευθος ἐν πυρετῷ γενόμενον, κοιλίης πονηρίην χρονίην σημαίνει. 216. Αἱ παρ᾿ ὀφθαλμὸν ἐπαναστάσιες ἐν τῇσιν ἀνακομιδῇσι, κοιλίην καταῤῥηγνύουσιν. 217. Ἐπὶ ὀμμάτων διαστροφῇ, κοπιώδει, πυρετώδει, ῥῖγος, ὀλέθριον· καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κακόν. 218. Ὀφθαλμιῶντι ἀνδρὶ, πυρετοῦ ἐπιγενομένου, λύσις εἰ δὲ μὴ, κίνδυνος τυφλωθῆναι, ἢ ἀπολέσθαι, ἢ ἀμφότερα 219. Οἷσιν ὀφθαλμιῶσι κεφαλαλγίη προσγίνεται, καὶ παρακολουθεῖ χρόνον πουλὺν, κίνδυνος τυφλωθῆναι. 220. Ὀφθαλμιῶντι διάῤῥοια ἀπὸ ταυτομάτου, χρήσιμον. 221. Ὀμμάτων ἀμαύρωσις, καὶ τὸ πεπηγὸς, ἀχλυῶδες, κακόν. 222. Ὀμμάτων ἀμαύρωσις ἅμα ἀψυχίῃ, σπασμῶδες συντόμως. 223. Ὀμμάτων ὀρθότης ἐν ὀξεῖ, ἢ κίνησις ὀξείη, καὶ ὕπνος ταραχώδης, ἢ ἀγρυπνίη, ποτὲ δὲ καὶ στάξιες ἐκ ῥινῶν, οὐδὲν ἀγαθόν· πρὸς τὴν ἁφὴν μὴ περικαέες, φρενιτικοὶ γίνονται, καὶ μᾶλλον ἢν αἷμα ῥυῇ.
634
ΙΧ. 224. Γλῶσσα κατ᾿ ἀρχὰς μὲν πεφρικυῖα, τῷ δὲ χρώματι διεμένουσα, προϊόντος δὲ τοῦ χρόνου τρηχυνομένη, καὶ πελιαινομένη, καὶ ῥηγνυμένη, θανάσιμον· σφόδρα δὲ μελαινομένη, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ κρίσιν γενέσθαι δηλοῖ χαλεπωτάτη δέ ἐστιν ἡ μέλαινα καὶ χλωρή. 225. Γλώσσης παρὰ τὸ δικροῦν ὥσπερ σιάλῳ λευκῷ καταλείφεσθαι. σημεῖον ἀνέσεως πυρετοῦ· παχέος μὲν ἐόντος τοῦ ἐπιγεννήματος, αὐθημερόν· λεπτοτέρου δὲ, ἐς τὴν ὑστεραίην· ἔτι λεπτοτέρου. τριταίην· τὰ δὲ αὐτὰ σημαίνει καὶ ἐπ᾿ ἄκρην τὴν γλῶσσαν γινόμενα, ἧσσον δέ. 226. Γλῶσσα τρομώδης, μετὰ ἐρυθήματος κατὰ ῥῖνας καὶ κοιλίης ὑγρῆς, τὰ δὲ ἄλλα ἀσήμως ἔχοντα κατὰ πλεύμονα, πονηρὰ, καὶ ὀξείας καθάρσιας ὀλεθρίους σημαίνει. 227. Γλῶσσα παρὰ λόγον ἁπαλυνομένη, καὶ ἀσώδης, μεθ᾿ ἱδρῶτος ψυχροῦ, ἐπὶ κοιλίῃ ὑγρῇ, μελάνων ἐμέτων ἐστὶ σημεῖον· τὸ κοπιῶδες ἐν τουτέοισι κακόν. 228. Αἱ τρομώδεες γλῶσσαί τισι καὶ κοιλίην ὑγρήν ποτε ποιέουσιν· μελανθεῖσαι δὲ ἐν τουτέοισι, ταχὺν θάνατον σημαίνουσιν· ἦρά γε τρομώδης γλῶσσα σημαίνει οὐχ ἱδρυμένην γνώμην; 229. Αἱ δασεῖαι, κατάξηροι, φρενιτικαί.
Χ. 230. Ὀδόντας συνερίζειν ἢ πρίειν, ᾧ μὴ σύνηθες ἐκ παιδίου, μανικὸν καὶ θανάσιμον· ἤδη δὲ παραφρονέων ἢν ποιέῃ τοῦτο, παντελῶς ὀλέθριον· ὀλέθριον δὲ καὶ ξηραίνεσθαι τοὺς ὀδόντας. 231. Ὀδόντος σφακελισμὸς ἀπόστημα παρὰ οὖλον γενόμενον λύει. 232. Ἐπὶ ὀδόντος σφακελισμῷ πυρετὸς ἐπιγενόμενος σφοδρὸς, καὶ παραφροσύνη,
636
θανάσιμον· ἢν δὲ σώζωνται, ἕλκεα ἐκπυήσει, καὶ ὀστέα ἀφίσταται. 233. Οἷσι περὶ τὴν ὑπερῴην ὑγροῦ σύστασις γίνεται, ὡς τὰ πολλὰ πυοῦται. 234. Τὰ περὶ γένυας ἀλγήματα σφοδρὰ κίνδυνος εἰς ὀστέου ἀνάπλευσιν ἐλθεῖν. 235. Χεῖλος συσπώμενον σημαίνει κοιλίης χολώδεος κατάῤῥηξιν. 236. Τὰ ἀπὸ οὔλων αἵματα ἐπὶ κοιλίῃ ὑγρῇ, ὀλέθρια.