Coa praesagia

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

ΧΙ. 237. Πτυάλου ἀναχρέμψιες ἐν πυρετῷ πελιδναὶ, μέλαιναι, χολώδεες, ἐπιστᾶσαι μὲν, κακόν· ἀποχωρέουσαι δὲ κατὰ λόγον, χρήσιμον. 238. Οἷσιν ἁλμώδεα πτύαλα καὶ βὴξ προσίσταται, τουτέοισι χρὼς ἐρυθραίνεται, οἷον ἐξανθίσματα, πρὸ δὲ τῆς τελευτῆς τρηχύνεται. 239. Ἀνάχρεμψις πυκνὴ, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικόν.

XII. 240. Αἱ μετ᾿ ἐκλύσιος ἀφωνίαι, κάκισται. 241. Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, πονηρὸν καὶ θηριῶδες. 242. Οἷσι φωνὴ ἅμα πυρετῷ ἐκλείπει μετὰ ἀκρισίας, τρομώδεες θνήσκουσιν. 243. Αἱ ἐν πυρετῷ ἀφωνίαι σπασμώδεα τρόπον, ἐκστᾶσαι σιγῇ, ὀλέθριον. 244. Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι. 245. Αἱ μετ ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριοι. 246. Αἱ κατακλώμεναι φωναὶ μετὰ φαρμακείην, ἦρα πονηρόν; τουτέων οἱ πλεῖστοι ἐφιδροῦσι, καὶ κοιλίας καθυγραίνονται. 247. Ἐν ἀφωνίῃ πνεῦμα οἷαν

638
τοῖσι πνιγομένοισι πρόχειρον. πονηρόν· ἦρά γε καὶ παρακρουστικόν; 248. Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπ᾿ αὐτοὺς, ἀνιέντα, χρονιώτερα· ἐπιῤῥιγοῦν τουτέοισιν, οὐ πονηρόν. 249. Αἱ μετὰ ἀφωνίης ἐκστάσιες, ὀλέθριοι. 250. Αἱ τοῖσιν ἐπιῤῥιγέουσιν ἀφωνίαι, θανάσιμον· εἰσὶ δὲ κεφαλαλγέες οἱ τοιοῦτοι ἐπιεικέως. 251. Αἱ μετ᾿ ἐκλύσιος ἀφωνίαι ἐν πυρετῷ ὀξεῖ ἀνιδρωτί εἰσι μὲν θανάσιμοι, ἧσσον δὲ τῷ ἐφιδροῦντι, χρόνον δὲ σημαίνει· ἴσως δὲ καὶ οἱ ἐξ ὑποστροφῆς παθόντες τι τοιοῦτον, ἀσφαλέστατοι, ὀλεθριώτατοι δὲ τῶν τοιουτέων, οἷσι τὰ ἐκ ῥινέων, καὶ οἷσι κοιλίαι καθυγραίνονται. 252. Ὀξυφωνίη κλαυθμώδης, καὶ ὀμμάτων ἀμαύρωσις, σπασμῶδες· οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν εὔφορον. 253. Ἅμα φωνῇ τρομώδει, λύσις κοιλίης παράλογος, ἐν τοῖσι διεστηκόσι χρονίοισιν ὀλέθριον. 254. Αἱ πυκναὶ ὑποκαρώδεες ἀφωνίαι ξύστασιν φθινώδεα προσημαίνουσιν.

XIII. 255. Πνεῦμα πυκνὸν μὲν καὶ σμικρὸν ἐὸν, φλεγμονὴν καὶ πόνον ἐν τοῖσι καιρίοισι τόποισι σημαίνει· μέγα δὲ καὶ διὰ πολλοῦ, παραφροσύνην ἢ σπασμόν· ψυχρὸν δὲ, θανάσιμον· θανάσιμον δὲ καὶ πυρετῶδες καὶ λιγνυῶδες πνεῦμα, ἧσσον δὲ τοῦ ψυχροῦ· καὶ τὸ μέγα ἔξω πνεόμενον, σμικρὸν δὲ εἴσω, καὶ τὸ σμικρὸν ἔξω.

640
μέγα δὲ εἴσω, κάκιστον δὴ καὶ πλησίον θανάτου· καὶ τὸ ἐκτεῖνον καὶ κατεπεῖγον, καὶ ἀμαυρὸν, καὶ διπλῆ εἴσω ἐπανάκλησις, ὁκοῖον ἐπεισπνέουσιν· εὔπνοια δὲ ἐν πᾶσιν, ὁκόσα ἐν πυρετῷ ὀξεῖ, κἢν ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνηται, μεγάλην ἔχει ῥοπὴν ἐς σωτηρίην.

XIV. 256. Τράχηλος σκληρὸς καὶ ἐπώδυνος, καὶ γενύων σύνδεσις, καὶ φλεβῶν σφαγιτίδων παλμὸς ἰσχυρὸς, καὶ τενόντων ξύντασις, ὀλέθριον. 257. Τὰ ἐν φάρυγγι ἰσχνῇ ἀλγήματα πνιγώδεα, ἀπὸ κεφαλῆς ἀλγηδόνος ὁρμώμενα, σπασμώδεα. 258. Αἱ τραχήλου καὶ μεταφρένου ψύξιες, δοκέουσαι καὶ ὅλου δὲ τοῦ σώματος, σπασμώδεες· ἐν τουτέοισι κριμνώδεες οὐρήσιες. 259. Οἷσι κατὰ φάρυγγα ἐρεθισμοὶ, ἐπιεικέως τὰ παρ᾿ οὖς ἐπάρματα. 260. Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, ὀλέθριον ὀξέως. 261. Οἷσι πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγμώδης, σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῇσι τελευτῇσιν οἷον συσπῶντός τινος τὸ πνεῦμα γίνεται. 262. Φάρυγξ τρηχυνθεῖσα ἐπ᾿ ὀλίγον, καὶ κοιλίη κενεῇσιν ἀναστάσεσι, μετώπου ἀλγήματα, ψηλαφώδεες, ὀδυνώδεες· τὰ ἐκ τουτέων αὐξανόμενα, δύσκολα. 263. Τὰ κατὰ φάρυγγα ἰσχυρὰ ἀλγήματα παρ᾿ οὖς ἔπαρμα καὶ σπασμοὺς ἐργάζεται. 264. Καὶ τραχήλου καὶ νώτου ἀλγήματα, μετὰ πυρετοῦ ὀξέος,

642
σπασμῷ, ὀλέθριον. 265. Τραχήλου καὶ πήχεων ἀλγήματα, σπασμώδεα· ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα· ὠχροὶ, ἰσχνοὶ, πτυαλίζοντες, ἐν τουτέοισιν, ἐν ὕπνοισιν ἱδρῶτες ἀγαθοί· ἦρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι, τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν, εὔφοροι. 266. Ἐν ἀλγήματι νώτου καὶ στήθεος αἱματώδης οὔρησις ἐπιστᾶσα, ὀλέθριος ἐπιπόνως. 267. Τραχήλου πόνος, κακὸν μὲν ἐν πυρετῷ παντὶ, κάκιστον δὲ ἐν οἷσι καὶ ἐκμανῆναι ἐλπίς. 268. Ἐπὶ στήθεος ἀλγήματι πυρετώδει κοιλίη ταραχώδης, ναρκώδης, σημεῖον μελαινῶν ὑποχωρησίων. 269. Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα μικρὰ ὀδυνώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριον. 270. Φάρυγξ ἑλκουμένη ἐν πυρετῷ μετ᾿ ἄλλου σημείου τῶν δυσκόλων, κινδυνῶδες. 271. Ἐν πυρετοῖσιν ἐξαπίνης πνίγεσθαι, καὶ καταπίνειν μὴ δύνασθαι, χωρὶς οἰδήματος, κακόν. 172. Τράχηλον ἐπιστραφῆναι μὴ δύνασθαι, μηδὲ καταπίνειν, θανάσιμον ὡς τὰ πολλά.

XV. 273. Ὑποχόνδριον δὲ χρὴ μαλθακὸν εἶναι καὶ ἄπονον καὶ ὁμαλές· φλεγμαῖνον δὲ, ἢ ἀνωμάλως ἔχον, ἢ ἀλγούμενον, σημεῖον

644
ἀῤῥωστίης ἐστὶν οὐκ εὐήθεος. 274. Οἴδημα δὲ ἐν ὑποχονδρίοισι, σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πάντων εἴη τῶν μερέων· τῶν δὲ ἐκ τοῦ ἑνὸς μέρεος, ἀκινδυνότερον τὸ ἐκ τῶν ἀριστερῶν· σημαίνει δὲ ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα θάνατον σύντομον, ὑπερβάλλοντα δὲ τὰς εἴκοσι, τοῦ πυρετοῦ μένοντος, ἐμπύησιν· γίνεται δὲ τούτοισιν ἐν τῇ πρώτῃ περιόδῳ ῥῆξις αἵματος διὰ ῥινῶν, καὶ κάρτα ὠφελέει· τὰ γὰρ πολλὰ κεφαλὴν οὗτοι πονέουσι, καὶ ὄψις ἀμαυροῦται, καὶ μᾶλλον εἰς ταῦτα προσγίνεσθαι προσδέχου τὴν ῥῆξιν, ἡλικίῃσι δὲ πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον. 275. Τὰ μαλθακὰ δὲ καὶ ἀνώδυνα τῶν οἰδημάτων, χρονιώτερα δὲ τὰς κρίσιας ποιέεται, καὶ ἧσσόν ἐστιν ἐπικίνδυνα· τὰς δὲ ἑξήκοντα καὶ ταῦτα ὑπερβάλλοντα, τοῦ πυρετοῦ μένοντος, ἐμπυοῦται. Παραπλήσια δὲ σημαίνει τοῖσιν ἐν ὑποχονδρίοισι καὶ τὰ περὶ κοιλίην, πλὴν ἧσσον ἐκπυοῦται ταῦτα ἐκείνων, ἥκιστα δὲ ὑπ᾿ ὀμφαλόν· καὶ γίνεται δὲ ταῦτα μὲν ἐν χιτῶνι, τὰ δ᾿ ἄνω κεχυμένα· θανάσιμα δ᾿ ἐστὶν αὐτῶν, ὅσα ἂν εἴσῳ ῥαγῇ· τῶν δὲ λοιπῶν ἐμπυημάτων τὰ μὲν ἔξω ῥηγνύμενα, βέλτιστον μὲν ὡς εἰς ἐλάχιστον καὶ ὀξύτατον συλλέγεσθαι· τὰ δὲ εἴσω, μήτε ὄγκῳ, μήτε πόνῳ, μήτε χρώματι διάδηλον ἔξω ποιέειν· τὸ δὲ ἐναντίον κάκιστον· τινὰ δὲ τούτων διὰ πάχος πύου οὐ διασημαίνει. Τὰ δὲ πρόσφατα τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν ἐπαρμάτων, ἢν μὴ σὺν φλεγμονῇ ᾖ, καὶ τοὺς ἀπ᾿ αὐτῶν πόνους λύει βορβορυγμὸς γενόμενος ἐν
646
ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεκπεσὼν δι᾿ οὔρων καὶ διαχωρημάτων· εἰ δὲ μὴ, καὶ αὐτὸς διαπεραιωθείς· ὠφελεῖ δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία. 276. Σφυγμὸς ἐν ὑποχονδρίῳ μετὰ θορύβου, παρακρουστικὸν, καὶ μᾶλλον ἢν αἱ ὄψιες πυκνὰ κινέωνται. 277. Καρδίης πόνος καὶ σφυγμὸς ὑποχονδρίων, πυρετοῦ περιψυχθέντος, κακὸν, ἄλλως τε κἢν ἐφιδρῶσιν. 278. Ἐς ὑποχόνδριον ἐμπίπτοντα ἀλγήματα, ἄλλως τε πονηρὸν, καὶ ἢν κοιλίας καθυγραίνῃ· κακίω δὲ, ἐν ὀλίγῳ γινόμενα· καὶ τὰ παρ᾿ οὖς τε ἀνιστάμενα ἐκ τουτέων, κακοήθεα, καὶ τὰ ἄλλα ἐκπυήματα. 279. Καρδιαλγικὰ καὶ μετὰ στρόφου, κοιλίης θηρία καταῤῥήγνυται. 280. Καρδίης ἄλγημα, πρεσβυτέρῳ πυκνὰ ἐπιφοιτέον, θάνατον ἐξαπίναιον σημαίνει. 281. Οἷσιν ὑποχόνδρια μετεωρίζεται, κοιλίης ἐπιστάσης, κακόν· μάλιστα δὲ ἐν φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται. 282. Ἐν ὑποχονδρίῳ φλεγμονὴ ἀποπυητικὴ, ἔστιν οἷς πρὸ τῶν θανάτων μέλανα διαχωρέει. 283. Ὑποχονδρίων σύντασις, μετὰ κώματος ἀσώδεος, κεφαλαλγικῷ, τὰ παρ᾿ οὖς ἐπαίρει. 284. Μετὰ ὑποχονδρίων ἔπαρσιν, τοῖσι χολώδεσι, πνεῦμα μέγα καὶ πυρετὸς ὀξὺς τὰ παρ᾿ οὖς ἐπαίρει. 285. Ἐν ὑποχονδρίων ἀλγήματι, ὑποβορβύζοντι, ὀσφύος ἄλγημα ἐπιγενόμενον ἐν πυρετοῖς κοιλίας ἐπιπολὺ καθυγραίνει, ἢν μὴ φῦσα καταῤῥαγῇ, ἢ οὔρου πλῆθος ἔλθῃ. 286. Ἐπὶ ὑποχονδρίῳ χρονίῳ καὶ
648
κοιλίῃ δυσώδει, παρ᾿ οὖς ἀπόστημα κτείνει. 287. Τοῖσιν ἀπὸ ὑποχονδρίων ἀλγήμασι κοιλίη κατὰ μικρὸν ὑπόγλισχρα διαδιδοῦσα βραχέα κοπρώδεα, ἐκχλοιοῖ· ἆρα καὶ αἱμοῤῥαγεῖ; 288. Οἷσιν ἐξαίφνης ἀπυρέτοισιν ἐοῦσιν ὑποχονδρίου καὶ καρδίης πόνος, καὶ περὶ σκέλεα καὶ τὰ κάτω μέρεα, καὶ κοιλίη ἐπῆρται, λύει φλεβοτομίη καὶ κοιλίης ῥύσις· πυρέξαι βλαβερὸν τούτοισιν· μακροὶ γὰρ οἱ πυρετοὶ καὶ ἰσχυροὶ γίνονται, καὶ βῆχες καὶ πνεῦμα καὶ λυγμοὶ γίνονται· λύεσθαι δὲ μελλόντων τούτων, πόνος ἰσχυρὸς ἰσχίων ἢ σκελέων, ἢ πύου πτύσις, ἢ ὀφθαλμῶν στέρησις ἐπιγίνεται. 289. Οἷσι πόνοι ὑποχονδρίων, καρδίης, ἥπατος, τῶν περὶ ὀμφαλὸν μερῶν, αἵματος διαχωρήσαντος, σώζονται, μὴ διαχωρήσαντος δὲ, θνήσκουσιν. 290. Οἷσιν ὑποχόνδρια [μὴ] λαπαρὰ, πρόσωπον ἐῤῥωμένον, οὐ λύεται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλοῦ, ἢ σπασμοῦ, ἢ ὀδύνης ἰσχίων. 291. Αἱ πρὸς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναύδῳ, ἀνιδρωτὶ λυόμεναι, κακόν· τούτοισιν ἐς ἰσχία ἀλγήματα. 292. Οἱ κατὰ κοιλίην ἐν πυρετῷ παλμοὶ ἐκστάσιας ποιέουσιν· αἱμοῤῥοίη δὲ φρικώδης. 293. Αἱ ἐς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναΐσσουσαι, ἀνιδρωτὶ λυόμεναι, κακοήθεες, τούτοισιν ἐς ἰσχία ἀλγήματα, ἅμα πυρετῷ καυσώδει, κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον. 294. Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον· περὶ κρίσιν δ᾿ οὖν τούτοισι φλέγμα ἅλες
650
συχνὸν σὺν πόνῳ διέρχεται. 295. Μετὰ κοιλίης ἐπίστασιν ὑποχόνδρια μετέωρα, κακόν· μάλιστα δὲ τοῖσι φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται. 296. Τοῖσιν ἀλυσμώδεσιν ἐν ὑποχονδρίῳ τὰ παρ᾿ οὖς ἐπαρθέντα κτείνει. 297. Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσι φρικώδεσιν, ἀποσίτοισι, σμικρὰ ἐφυγραινομένης, κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει.