Coa praesagia

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

Ι. 1. Οἱ ἐκ ῥίγεος περιψυχόμενοι, κεφαλαλγέες, τράχηλον ὀδυνώδεες, ἄφωνοι, ἐφιδροῦντες, ἐπανενέγκαντες θνήσκουσιν. 2. Ἀί μετὰ καταψύξιος δυσφορίαι κάκισται. 3. Κατάψυξις μετὰ σκληρυσμοῦ, ὀλέθριον. 4. Ἐκ καταψύξιος φόβος καὶ ἀθυμίη ἄλογος ἐς σπασμὸν ἀποτελευτᾷ. 5. Αἱ ἐκ καταψύξιος οὔρων ἀπολήψιες, κάκιστον. 6. Μετὰ ῥίγεος ἄγνοια κακόν· κακὸν δὲ καὶ λήθη. 7. Τὰ κωματώδεα ῥίγεα ὑπολέθρια· καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ᾿ ἱδρῶτος ἐν τουτέοισι κακόηθες· ἐπὶ τουτέοισι ψύξις τῶν ὄπισθεν, σπασμὸν ἐπικαλέεται· καὶ ὅλως δὲ ψύξις τῶν ὄπισθεν, σπασμῶδες. 8. Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, καὶ ὀξέως μεταπίπτουσαι, δύσφοροι· οὖρου γὰρ ἀπόληψιν ἐπώδυνον σημαίνουσιν· τὸ ἐφιδροῦν τούτοισι κάκιστον. 9. Ῥῖγος ἐν συνεχεῖ, τοῦ σώματος ἀσθενέος ἤδη ἐόντος, θανάσιμον. 10. Οἱ πυκνὰ ἐφιδροῦντες καὶ ἐπιῤῥιγέοντες, ὀλέθριον· καὶ ἐπὶ τῇσι τελευτῇσιν ἀναφαίνονται ἐμπύημα ἔχοντες καὶ κοιλίας ταραχώδεας. 11. Τὰ ἐκ νώτου ῥίγεα δυσφορώτερα· ὅσα ἑπτακαιδεκάτῃ ἐπιῤῥιγώσαντα, τετάρτῃ καὶ εἰκοστῇ ἐπιῤῥιγοῖ, δύσκολα. 12. Οἱ φρικώδεες κεφαλαλγικοὶ ἐφιδροῦντες,

590
κακοήθεες. 13. Οἱ φρικώδεες ἐφιδροῦντες πολλῷ, δύσκολοι. 14. Τὰ πολλὰ νωθρώδεα ῥίγεα, κακοήθεα. 15. Οἷσιν ἑκταίοισι ῥίγεα γίνεται, δύσκριτον. 16. Ὁκόσοισι φρῖκαι πυκναὶ ὑγιαίνουσιν, οὗτοι ἐξ αἵματος ῥύσιος ἐμπυΐσκονται. 17. Τὸ φρικῶδες καὶ τὸ δύσπνοον ἐν τοῖσι πόνοισι, σημεῖα φθινώδεα. 18. Ἐξ ἐμπυήσιος πλεύμονος καὶ κατὰ κοιλίην ἐνίοτε ἀλγήματα καὶ κληῗδα, καὶ τὸ ὑπορέγχειν ἀσωδέως, σημαίνει πτυέλου πλῆθος ἐν τῷ πλεύμονι. 19. Οἱ φρικώδεες, ἀσώδεες, κοπιώδεες, ὀσφυαλγέες, κοιλίας καθυγραίνονται. 20. Τὰ ἐπιῤῥιγέοντα, ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖσιν ὕπνοισιν ἔστιν ὅτε οὖρον ὑφ᾿ ἑωυτοὺς χαλῶντες, ἐς σπασμὸν ἀποτελευτᾷ. 21. Τὰ ξυνεχέα ῥίγεα ἐν ὀξέσι, πονηρόν. 22. Αἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλύσιες, ὀλέθριον· τὰ αἱματώδεα οὖρα ἐν τουτέοισι, πονηρόν. 23. Ῥῖγος ὀπισθοτονῶδες κτείνει. 24. Τὰ φρικάσαντα καὶ ἀνιδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα παραλόγως, ἀγρυπνεῦντα, μὴ πεπαινομένων, αἱμοῤῥαγήσειν οἴομαι. 25. Τὰ μετὰ ῥίγεος ἐπισχόμενα οὖρα, πονηρὰ καὶ σπασμώδεα, ἄλλως τε καὶ προκαρωθέντι· ἐλπὶς δὲ ἐπὶ τούτοισι, καὶ τὰ παρὰ τὰ
592
ὧτα. 26. Τὰ τριταιοφυέα ῥίγεα, τὴν ἐν μέσῳ παροξυνόμενα, πυρετῷ ἀτάκτῳ, πάνυ κακοήθεα· τἀναντία δὲ παροξυνόμενα ..... 27. Τῶν σπώντων τὰ μετὰ ῥίγεος καὶ πυρετοῦ, ὀλέθριον. 28. Αἱ ἐκ ῥίγεος ἀφωνίαι τρόμῳ λύονται· καὶ τὰ ἐπιῤῥιγεῦντα τρομώδεα γινόμενα κρίνει. 29. Οἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλυόμενοι, σφαλεροί· τὸ αἱματῶδες οὖρον τουτέοισι κακόν. 30. Οἷσι ῥῖγος, οὔρου ἐπίστασις.

ΙΙ. 31. Σπασμὸς ἐν πυρετῷ, χειρῶν καὶ ποδῶν πόνοι, κακόηθες· κακόηθες δὲ καὶ ἐκ μηροῦ ὁρμὴ ἀλγήματος· ἀλλ᾿ οὐδὲ γουνάτων πόνος κρήγυον· ἀτὰρ καὶ γαστροκνημιῶν πόνοι, κακοήθεες, ποτὲ δὲ καὶ γνώμης παράφοροι, ἄλλως τε καὶ ἢν οὖρον ἐναιωρηθῇ. 32. Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες· τὸ

594
καρῶδες ἐπὶ τούτοισι, κάκιστον. 33. Οἱ μὴ διαλείποντες, ἐφιδροῦντες πυκνὰ, μετὰ ὑποχονδρίου ἐντάσιος, ὡς ἐπιτοπουλὺ κακοήθεες· καὶ τὰ ἐς ἀκρώμιον καὶ κληῗδα ἐνστηρίζοντα ἀλγήματα ἐν τούτοισι πονηρά. 34. Οἱ τριταιοφυέες ἀσώδεες πυρετοὶ, κακοήθεες. 35. Αἱ ἐν πυρετῷ ἀναυδίαι, κακόν. 36. Κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, κωματώδεες, ἐφιδροῦντες, ἀναθερμαινόμενοι, κακόν. 37. Οἱ κοπιώδεες, μετὰ φρίκης, ἐφιδρώσαντες κρισίμως, ἀναθερμανθέντες, ἐν ὀξεῖ, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιστάζῃ· περὶ ταῦτα ἰκτερώδεες, κατακορέες θνήσκουσι, λευκὸν διαχώρημα τουτέοισι προσδιέρχεται. 38. Οἱ τριταιοφυέες πλανώδεες, ἐς ἀρτίας μεταπεσόντες, δύσκολοι. 39. Οἱ ἐν κρισίμοισιν ἀλυσμοὶ ἀνιδρωτὶ περιψυχόμενοι, καὶ ἅπαντες δὲ οἱ ἄνευ ἱδρῶτος καὶ ἀκρίτως, κακόν· καὶ οἱ ἐπιῤῥιγώσαντες ἐκ τούτων, ἐμέσαντες ἄκρητα, χολώδεα, ἀσώδεες, τρομώδεες, ἐν πυρετῷ, κακόν· καὶ φωνὴ δὲ ὡς ἐκ ῥίγεος. 40. Τὰ δὲ ἐκ ῥινῶν σμικροῖσιν ἱδρῶσι περιψύχοντα, κακόν. 41. Οἱ ἐφιδροῦντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν. 42. Οἱ ἐφιδρῶντες ἐν πυρετῷ, κακοήθεες. 43. Οἷσι, χολώδεος διαχωρήσιος ἐούσης, περὶ στῆθος δῆξις καὶ πικρότης, κακόν. 44. Ἐν πυρετῷ, κοιλίης
596
ἐμφυσωμένης, πνεῦμα μὴ διεκπῖπτον, κακόν. 45. Κοπιώδεες. λυγγώδεες, κάτοχοι, κακοί. 46. Ἐκ νώτου πυκινῇσι καὶ λεπτῇσι φρίκῃσιν ἐφιδροῦντες, δύσφοροι· οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνει· τὸ ἐφιδροῦν τούτοισι, κακόν. 47. Τὸ παρὰ τὸ ἔθος ποιέειν τι, οἷον προθυμέεσθαι προσδέχεσθαί τι πρότερον μὴ εἰθισμένον, ἢ τοὐναντίον, πονηρὸν καὶ πλησίον παρακοπῆς. 48. Τὰ ἐν πονηροῖσι σημείοισι κουφίζοντα, καὶ τὰ ἐν χρηστοῖσι μὴ ἐνδιδόντα, δύσκολα. 49. Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ᾿ οὔροισι μέλασι· καὶ τὸ θολερὸν ἐπὶ τούτοισι πνεῦμα, κακόν. 50. Ἄκρεα ταχὺ ἐπ᾿ ἀμφότερα μεταπίπτοντα, καὶ δίψα δὲ τοιαύτη, πονηρόν. 51. Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, φωνὴ ὀξεῖα, κακόν· ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται. 52. Τὰ ἐκ καταψύξιος ἱδρώδεος ταχὺ ἀναθερμαινόμενα, κακόν. 53. Οἱ ἐν ὀξέσιν ἐφιδροῦντες, ὑποδύσφοροι, κακόν. 54. Οἱ παραλόγως, κενεαγγείης μὴ ἐούσης, ἀδύνατοι, κακόν. 55. Ἐν πυρετῷ ἕλξις οἷος ἀπὸ ἐμέτου ἐς ἀνάχρεμψιν ἀποτελευτῶσα, κακόν. 56. Νάρκαι ἐς ἀμφότερα ταχὺ μεταπίπτουσαι, κακόν. 57. Στάξιες αἱ ἐλάχισται, κακαί. 58. Κακὸν δὲ πάντως ἐν ὀξεῖ δίψα παραλόγως λυθεῖσα. 59. Οἱ πρὸς χεῖρα ἀναΐσσοντες, κακοί. 60. Οἷσιν ἅμα πυρετῷ καυσώδει
598
οἰδήματα ὑπνώδεα νενωθρευμένα, ἐς πλευρὸν ὀδύνη ἐπελθοῦσα, παραπληκτικῶς κτείνει. 61. Πνιγμὸς ἐν ὀξέσιν, ἰσχνοῖσιν, ὀλέθριον. 62. Ἐπὶ τοῖσιν ἤδη ὀλεθρίοισι τὰ σμικρὰ τρομώδεα, καὶ ἰώδης ἔμετος, οἱ ἐν τοῖσι ποτοῖσιν ὑποψοφέοντες καὶ ὑποβορβορύζοντες ξηροῖσι, καὶ οἱ χαλεπῶς καταβροχθίζοντες πνεύματι βηχώδει, ὀλέθριοι. 63. Ἐν ὀξέσι κατεψυγμένοισι τὰ ἐν χερσὶ καὶ ποσὶν ἐρυθήματα, ὀλέθρια. 64. Οἱ ἐκφυσῶντες καὶ ἀνακεκλασμένοι ἐν τοῖσιν ὕπνοισιν ὑποβλέποντες, ἰκτερώδεες κατακορέες θνήσκουσιν· λευκὸν διαχώρημα τούτοισι προδιέρχεται. 65. Αἱ ἐν πυρετοῖσιν ἐκστάσιες σιγῶσαι μὴ ἀφώνῳ, ὀλέθριαι. 66. Τὰ πελιδνὰ γινόμενα ἐν πυρετῷ σύντομον θάνατον σημαίνει. 67. Οἷσιν ἐν πυρετῷ, ἀλγήματος πλευροῦ γενομένου, κοιλίης ὑδατόχολα πολλὰ διαδιδούσης, ῥηΐζει, ἀσιτίαι δὲ παρακολουθοῦσι καὶ ἱδρῶτες μετὰ προσώπου εὐχροίης, καὶ κοιλίης ὑγρῆς, καί τι καὶ καρδιαλγίης, οὗτοι μακροτέρως νοσήσαντες περιπλευμονικῶς τελευτῶσιν. 68. Πυρέσσοντι ἐν ἀρχῇ μέλαινα χολὴ ἄνω ἢ κάτω διελθοῦσα, θανάσιμον. 69. Οἱ μετὰ καταψυξίων οὐκ ἀπύρων ἐφιδρῶντες ἄνω, δύσφοροι, φρενιτικοί τε καὶ ὀλέθριοι. 70. Ἐν ὀξεῖ
600
τὰ ἐπ᾿ ὀλίγον ὀξέα ἀλγήματα ἐς κληῗδα καὶ τὰ νῶτα ἐμπίπτοντα, ὀλέθρια. 71. Ἐν μακροῖσιν ὀλεθρίοισιν, ἕδρης ἄλγημα, θανάσιμον. 71. Τοῖσιν ἀσθενέως ἤδη διακειμένοισι, τὸ μὴ βλέπειν, ἢ μὴ ἀκούειν, ἢ διαστρέφεσθαι χεῖλος ἢ ὀφθαλμὸν ἢ ῥῖνα, θανάσιμον. 73. Ἐν πυρετοῖσι βουβῶνος ἄλγημα νοῦσον χρονίην σημαίνει. 74. Αἱ ἐν πυρετοῖσιν ἀκρισίαι χρόνους μὲν ποιέουσιν, ἀτὰρ οὐχὶ ὀλέθριαι. 75. Οἱ ἐξ ἀλγημάτων ἰσχυρῶν πυρετοὶ, πολυχρόνιοι. 76. Αἱ τρομώδεες, ψηλαφώδεες παρακρούσιες, φρενιτικαί· καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τούτοισι, γνώμης παράφοροι. 77. Ὅσοι ἐν ξυνεχεῖ ἄφωνοι κείμενοι, μύοντες σκαρδαμύσσουσιν, ἢν, αἵματος ῥυέντος ἐκ ῥινῶν, ἐμέσαντες φθέγξωνται, καὶ παρ᾿ αὐτοῖσι γένωνται, σώζονται· μὴ γενομένων δὲ τούτων, δύσπνοοι γενόμενοι θνήσκουσι ξυντόμως. 78. Οἱ λαβόντες, ἐς τὴν αὔριον παροξυνθέντες, τρίτην ἐπισχόντες, τετάρτην παροξυνθέντες, κακόν· ἦρά γε καὶ φρενιτικοὶ οἱ τοιοῦτοι παροξυσμοί; 79. Ὁκόσοισιν ἐκλείπουσιν οἱ πυρετοὶ μὴ κατὰ κρισίμους, ὑποτροπικόν. 80. Οἱ ἐν ἀρχῇ λεπτοὶ μετὰ κεφαλῆς σφυγμοῦ καὶ οὔρου λεπτοῦ, πρὸς κρίσιν παροξύνονται· θαῦμα δὲ οὐδὲν, εἰ καὶ παρακοπὴ καὶ ἀγρυπνίη γένοιτο. 81. Ἐν ὀξέσι κίνησις, ῥιπτασμὸς, ὕπνος ταραχώδης, σπασμὸν ἐνίοισι σημαίνει. 82. Αἱ ταραχώδεες
602
θρασύτητι ἐγέρσιες παράφοροι, πονηρὸν, καὶ σπασμώδεες, ἄλλως τε καὶ μεθ᾿ ἱδρώτων· σπασμώδεες δὲ καὶ τραχήλου καὶ μεταφρένου δοκέουσι ψύξιες, ἀτὰρ καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισιν ὑμενώδεες οὐρήσιες. 83. Αἱ ἐν καύμασι παρακρούσιες, σπασμώδεες. 84. Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες, καὶ σπασμοὺς δὲ προσημαίνουσιν. 85. Ἐν τοῖσι μακροῖσι κοιλίης ἄλογοι ἐπάρσιες, σπασμώδεες. 86. Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, ἐπιστάζοντα ἐκ ῥινῶν, ἑκταῖα κουφισθέντα νύκτα, πονήσαντα δὲ ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥοεῖ λαύρως, καὶ λύει τὰ πάθεα· τὸ ὑδατῶδες οὖρον τοιαῦτα σημαίνει, εἰ μετὰ τῶν εἰρημένων. 87. Τῶν ἐξισταμένων μελαγχολικῶς, οἱ τρομώδεες γενόμενοι, κακοήθεες. 88. Παραφροσύνη ἐν πνεύματι καὶ ἱδρῶτι, θανατώδης· θανατώδης δὲ καὶ ἐν πνεύματι καὶ λυγμῷ. 89. Ἐνύπνια τὰ ἐν φρενίτιδι, ἐναργῆ. 90. Ἐν φρενίτιδι διαχωρήσιες λευκαὶ, καὶ νωθρότης, κακόν· ῥῖγος τουτέοισι κάκιστον. 91. Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὰ ἐπιεικῶς ἔχοντα, πυκνά τε μεταπίπτοντα, κακόν. 92. Τῶν ἐξισταμένων μελαγχολικῶς, οἷς τρόμοι ἐπιγίνονται, κακόν. 93. Οἱ ἐξιστάμενοι μελαγχολικῶς, τρομώδεες γινόμενοι καὶ πτυαλίζοντες, ἦρά γε φρενιτικοί; 94. Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες, φρενιτικοὶ γίνονται. 95. Οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι,
604
τρομώδεες ἢ σπασμώδεες. 96. Τὰ ἐν φρενιτικοῖσι νεανικῶς τρομώδεα, θανάσιμα. 97. Αἱ περὶ ἀναγκαῖα παραφροσύναι, κάκισται, οἱ ἐκ τούτων παροξυνόμενοι, ὀλέθριοι. 98. Αἱ παρακρούσιες, φωνῇ κλαγγώδεες, γλώσσῃ σπασμώδεες, καὶ αὐτοὶ τρομώδεες γινόμενοι, ἐξίστανται· σκληρυσμὸς τούτοισιν ὀλέθριον. 99. Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται. 100. Τὰ ἐν φρενιτικοῖσι πυκνὰ μεταπίπτοντα, σπασμώδεα, πονηρά. 101. Οἱ ἐν φρενιτικοῖσι μετὰ καταψύξιος πτυαλίζοντες, μέλανα ἔμετον δηλοῦσιν. 102. Τοῖσι ποικίλως διανοσέουσι καὶ παρακρούουσι, πυκινὰ κωματώδεσι, προσδέχεσθαι λέγε μέλανα ἔμετον. 103. Τὰ παροξυνόμενα τρόπον σπασμώδεα, κάτοχα. 104. Τὰ παρ᾿ οὖς ἐπάρματα ἐν μακροῖσι, σμικρὰ, αἱμοῤῥώδεα καὶ σκοτώδεα ἐπιφαινόμενα, ὀλέθρια. 105. Οἱ λυγγώδεες πυρετοὶ καὶ ἄνευ εἰλέων καὶ μετὰ εἰλέων, ὀλέθριοι. 106. Οἷσι πνευματίῃσιν ἐοῦσιν ἴκτερος καὶ πυρετὸς ὀξὺς, μετὰ ὑποχονδρίου ξυντόνου καταψυχθεῖσι παρ᾿ οὖς μέγα ἔπαρμα. 107. Οἷσιν ἂν ἐν πυρετῷ ὀδύναι γενόμεναι περὶ ὀσφὺν καὶ τὰ κάτω χωρία, φρενῶν ἅπτονται, ἐκλείπουσαι τὰ κάτω, ὀλέθρια, ἄλλως τε κἢν ἄλλο τι σημεῖον προσγένηται πονηρόν· ἢν δὲ τἄλλα σημεῖα μὴ πονηρὰ γένηται, ἔμπυον γενήσεσθαι
606
ἐλπίς. 108. Παιδίοισιν ὀξὺς πυρετὸς καὶ κοιλίης ἐπίστασις μετὰ ἀγρυπνίης, καὶ τὸ ἐκλακτίζειν, καὶ τὸ χρῶμα μεταβάλλειν, καὶ ἴσχειν ἔρευθος, σπασμῶδες. 109. Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, μέλανα δὲ τὰ σύνθετα, αἱμοῤῥοεῖ ἔνια. 110. Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ, αἱμοῤῥοέει, ἄλλως τε καὶ ἤν τι προεῤῥυήκῃ· ἦρά γε καὶ μεταφρίξαντες; 111. Οἱ ἐπ᾿ ὀλίγον περιψύχοντες, περὶ δὲ τοὺς παροξυσμοὺς βήσσοντες, καὶ ἐριδροῦντες σμικρὸν, κακοήθεες· ἐς πλευρὸν ὀδύνης καὶ πνιγμοῦ προσγενομένου, οὗτοι ἐμπυοῦνται. 112. Οἷσιν ἐν συνεχέσι φλυζάκια κατὰ πᾶν τὸ σῶμα ἐκφύει, θανάσιμον, μὴ γινομένου πυώδεος ἀποστήματος· μάλιστα δὲ εἴθισται γίνεσθαι τούτοισι παρ᾿ οὖς. 113. Ἐν ὀξεῖ τὰ μὲν ἔξωθεν περιψύχεσθαι, τὰ δὲ εἴσωθεν καίεσθαι, καὶ διψῇν, κακόν. 114. Οἱ συνεχέες διὰ τρίτης ἐπιτείνοντες, ἐπικίνδυνοι· οἷσι δ᾿ ἄν ποτε πυρετὸς διαλίπῃ, ἀκίνδυνον. 115. Ἐν μακροῖσι πυρετοῖσιν ἢ φύματα, ἢ ἐς ἄρθρα πόνοι ἐγγίνονται, καὶ ἢν γένωνται, οὐκ ἄχρηστοι. 116. Κεφαλαλγίη ἐν
608
ὀξεῖ, ὑποχόνδριον ἀνεσπασμένον, μὴ ῥυέντος αἵματος ἐκ ῥινέων, ἐς φρενιτικὸν περιίσταται. 117. Τὰ λειπυρικὰ, μὴ χολέρης ἐπιγινομένης, οὐ λύεται. 118. Ἴκτερος πρὸ μὲν τῆς ἑβδόμης ἡμέρης ἐπιγενόμενος, κακόν· ἑβδόμῃ δὲ, καὶ ἐνάτῃ, καὶ ἑνδεκάτῃ, καὶ τεσσαρεσκαιδεκάτῃ, κρίσιμον, μὴ σκληρύνων ὑποχόνδρια· ἢν δὲ μὴ, ἐνδοιαστόν. 119. Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ, περὶ κρίσιν ἐμετώδεες, μελάνων ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες. 120. Τὰ ἐν τριταίοισιν ἅμα πυρετοῖσιν ἀλγήματα παροξυνόμενα τριταιογενῆ, ποιέεται θρομβώδεα αἵματα διαχωρέειν. 121. Ἐν πυρετοῖσι κατὰ φλέβα τὴν ἐν τῷ τραχήλῳ σφυγμὸς καὶ πόνος ἐς δυσεντερίην ἀποτελευτᾷ. 122. Τὸ μεταβάλλειν πολλάκις χρῶμα καὶ θερμασίην, χρήσιμον. 123. Τοῖσι χολώδεσι πνεῦμα μέγα, καὶ πυρετὸς ὀξὺς μετὰ ὑποχονδρίου ἐντάσιος, τὰ παρ᾿ οὖς ἀνίστησιν. 124. Οἱ ἐκ μακρῶν ἀναλαμβάνοντες, εὔσιτοι, μηδὲν ἐπιδιδόντες, ὑποστρέφουσι κακοηθέως. 125. Οἷσιν ἐν πυρετοῖσι φλέβες αἱ ἐν κροτάφοισι σφυγματώδεες, καὶ πρόσωπον ἐῤῥωμένον, καὶ ὑποχόνδριον μὴ λαπαρὸν, χρόνιον· καὶ οὐ παύονται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλῆς, ἢ λυγγὸς, ἢ σπασμοῦ, ἢ ὀδύνη ἰσχίων. 126. Ἐν καύσῳ κοιλίη καταῤῥαγεῖσα, θανάσιμον. 127. Ἐκ κοιλίης ἀλγήματος ἐπιπόνου πυρετὸς καυσώδης,
610
ὀλέθριον. 128. Ἐν τοῖσι καυσώδεσιν, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ καὶ κατὰ ῥῖνας βάρους, ἐξίστανται μελαγχολικῶς, μὴ αἱμοῤῥαγήσαντες. 120. Τοὺς ἐν καύσοισι τρόμους παρακοπὴ λύει. 130. Ἐν καύσῳ ῥύσις ἐκ μυκτήρων τεταρταίῳ, κακὸν, ἢν μή τι ἄλλο ἀγαθὸν ξυμπέσῃ· πεμπταίῳ δὲ, ἧσσον κινδυνῶδες. 131. Ἐν τοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, κακὸν, ἄλλως τε κἢν κάτοχοι γένωνται. 132. Καῦσος, ῥίγεος ἐπιγενομένου, λύεται. 133. Καῦσοι ὑποτροπιάζειν εἰώθασι, καὶ ἡμέρας τέσσαρας ἐπισημήναντες, ἔπειτα ἐξιδροῦσιν· εἰ δὲ μὴ, τῇ ἑβδόμῃ. 134. Τοὺς καυσώδεας διακρίνουσιν αἱ τεσσαρεσκαίδεκα ἡμέραι, κουφίζουσαι ἢ ἀναιροῦσαι. 135. Ἐκ καύσου, μὴ γενομένου πυώδεος παρ᾿ οὖς ἀποστήματος, οὐ πάνυ σώζονται. 136. Οἱ ληθαργικοὶ τρομώδεες ἀπὸ χειρῶν, ὑπνώδεες, δύσχρωτες, οἰδηματώδεες, σφυγμοῖσι νωθροῖσι, καὶ μετάρσια τὰ ὑποφθάλμια, καὶ ἱδρῶτες ἐπιγίνονται, καὶ κοιλίας χολώδεας καὶ ἀκρατέας ἢ καταξήρους ἴσχουσιν, οὖρα καὶ διαχωρήματα προϊόντα λαθραίως, τὸ οὖρον ὑποζυγίου, πιεῖν τε οὐκ αἰτέουσιν, οὐδὲ θάτερον οὐδέν· ἔμφρονες δὲ γενόμενοι, τράχηλον ἐπώδυνόν φασιν ἔχειν, καὶ διὰ τῶν οὐάτων
612
ἤχους διαΐσσειν· ὁκόσοι δὲ σώζονται τῶν ληθαργικῶν, ἔμπυοι ὡς ἐπιτοπολὺ γίνονται.

III. 137. Ὁκόσοισιν ἐν πυρετοῖσιν ἀκρίτως τὰ τρομώδεα παύεται, τουτέοισι χρόνῳ ἐς ἄρθρα ἀπόστασις ὀδυνώδης ἐκπυοῦσα, καὶ κύστις ἐπώδυνος. 138. Τῶν πυρεσσόντων οἷσι μὲν ἐρυθήματα ἐπὶ προσώπων καὶ πόνος κεφαλῆς ἰσχυρὸς, καὶ σφυγμὸς φλεβῶν, αἵματος ῥύσις τὰ πολλὰ γίνεται· οἷσι δὲ ἄσαι, καὶ καρδιωγμοὶ, καὶ πτυαλισμοὶ, ἔμετος. Οἷσι δὲ ἐρευγμοὶ, φῦσαι, ψόφοι κοιλίης, καὶ ἐπάρσιες, καὶ ἐκτάραξις κοιλίης. 139. Τοῖσι χρονίζουσιν ἀσφαλέως ἐν πυρετῷ ξυνεχεῖ, χωρὶς πόνου, ἢ φλεγμονῆς, ἢ ἄλλης προφάσιος, ἀπόστασιν προσδέχεσθαι μετὰ πόνου καὶ οἰδήματος, καὶ μᾶλλον ἐς τὰ κάτω χωρία· προσδέχεσθαι δὲ δεῖ τὰς ἀποστάσιας τοῖσιν εἰς τριήκοντα ἔτεα μᾶλλον· ὑποσκέπτεσθαι δὲ τουτέοισι τὰς ἀποστάσιας, ἢν τὰς εἴκοσιν ἡμέρας ὁ πυρετὸς ὑπερβάλλῃ· τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον γίνονται, καὶ πολλῷ χρόνῳ γενομένων τῶν πυρετῶν· οἱ δὲ διαλείποντες καὶ λαμβάνοντες πεπλανημένως, φθινοπώρου μάλιστα ἐς τεταρταῖον ἐπιεικέως μεθίστανται, καὶ μᾶλλον τοῖσιν ὑπὲρ τὰ τριήκοντα ἔτεα γεγονόσιν· αἱ δὲ ἀποστάσιες τοῦ χειμῶνος γίνονταί τε μᾶλλον, καὶ παύονται βραδύτερον, καὶ ἧσσον παλινδρομέουσιν. 140. Τοῖσι δὲ πολλάκις ὑποτροπιασθεῖσιν,

614
ἢν ἑξάμηνον ὑπερβάλλωσιν, ἰσχιαδικὴ φθίσις ἐπιεικέως γίνεται. 141. Ὁκόσα πυρετῷ ἀντιδίδοται, καὶ μὴ ἀποστηματώδεα σημεῖα. κακοήθεα. 142. Τῶν πυρετῶν οἱ μήτε ἐν ἡμέρῃσι κρισίμῃσι, μήτε μετὰ σημεῖον λυτήριον ἀφιέντες, ὑποτροπιάζουσιν. 143. Τὰ ὀξέα τῶν νοσημάτων ἐν ἡμέρῃσι κρίνεται τεσσαρεσκαίδεκα. 144. Τριταῖος ἀκριβὴς ἐν πέντε, ἢ ἐν ἑπτὰ περιόδοισιν, ἢ τὸ μακρότατον ἐν ἐννέα κρίνεται. 145. Οἷσιν ἀρχομένοισι πυρέσσειν, αἵματος στάζοντος ἐκ ῥινῶν, ἢ πταρμοῦ γενομένου, λευκὴν ὑπόστασιν τὸ οὖρον ἴσχει ἐν τῇ τετάρτῃ, λύσιν ἐν τῇ ἑβδόμῃ σημαίνει. 146. Τὰ ὀξέα κρίνεται, αἵματος ἐκ ῥινέων ῥυέντος ἐν κρισίμῳ, καὶ ἱδρῶτος πολλοῦ γενομένου, καὶ οὔρου πυώδεος καὶ ὑαλώδεος γενομένου, ὑπόστασιν χρηστὴν ἔχοντος, καὶ ἀθρόου γενομένου, καὶ ἀποστήματος ἀξιολόγου, καὶ κοιλίης μυξώδεος καὶ αἱματώδεος, καὶ ἐξαπίνης καταῤῥαγείσης, καὶ ἐμέτων οὐ μοχθηρῶν κατὰ κρίσιν. 147. Ὕπνοι βαθέες, μὴ ταραχώδεες, βεβαίαν κρίσιν σημαίνουσιν· οἱ δὲ ταραχώδεες μετὰ ἀλγήματος σώματος, ἀβέβαιοι. 148. ἑβδομαίοισιν, ἢ ἐναταίοισιν, ἢ τεσσαρεσκαιδεκαταίοισι ῥύσιες ἐκ ῥινέων λύουσιν ὡς ἐπὶ τὸ πουλὺ τοὺς πυρετούς· ὁμοίως δὲ καὶ κοιλίης, ῥύσις χολώδης, καὶ
616
δυσεντεριώδης, καὶ πόνος γουνάτων, ἢ ἰσχίων, καὶ οὖρον πεπανθὲν πρὸς τὴν κρίσιν, ἐν γυναικὶ δὲ καὶ ἐπιμηνίων ῥύσις. 149. Οἱ ἐν πυρετοῖσιν αἱμοῤῥαγήσαντες ἱκανῶς ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι κοιλίας καθυγραίνονται 150. Οἱ ἐν πυρετοῖσιν ἐφιδρώοντες, κεφαλαλγέες, κοιλίην ἀπολελαμμένοι, σπασμώδεες. 154. Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, καὶ θηριώδη καὶ σπασμὸν σημαίνουσιν. 152. Σπασμὸς ἐν πυρετῷ γενόμενος, παύει τὸν πυρετὸν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ. 153. Σπασμὸς ἐν πυρετῷ γενόμενος καὶ παυόμενος αὐθημερὸν, ἀγαθόν· ὑπερβάλλων δὲ τὴν ὥρην ἐν ᾗ ἤρξατο, καὶ μὴ διαπαυόμενος, κακόν. 154. Οἱ διαλείποντες, ἀνωμάλως δὲ χλιαινόμενοι, κοιλίης ἐμφυσωμένης, σμικρὰ διαδιδούσης, ὀσφυαλγήσασι μετὰ κρίσιν, τουτέοισι κοιλίαι καταῤῥήγνυνται· οἱ δὲ περικαέες πρὸς χεῖρα, νωθροὶ, διψώδεες, ἀσώδεες, κοιλίης ἀπειλημμένης, βαρυνόμενοι, ἐκχλοιοῦνται· ἔστι δ᾿ ὅτε καὶ τὰ ἐξέρυθρα ἐν ποσὶ κατακαύματα τὰ αὐτὰ σημαίνει. 155. Οἱ χειμερινοὶ τεταρταῖοι πυρετοὶ ἐπιεικέως μεθίστανται ἐς τὰς ὀξείας νούσους.

ΙV. 156. Κεφαλῆς πόνος ξύντονος μετ᾿ ὀξέος πυρετοῦ καὶ ἄλλου σημείου τῶν δυσκόλων, θανάσιμον. ἄνευ δὲ σημείου φαύλου, ὑπερβάλλων τὰς εἴκοσιν ἡμέρας, αἵματος ῥύσιν, ἢ πύου ἐκ ῥινὸς,

618
ἢ ἀποστάσιας ἐς τὰ κάτω σημαίνει· μάλιστα μὲν νεωτέροισι τῶν τριήκοντα πέντε τὰς ῥύσιας, τοῖσι δὲ πρεσβυτέροισι τὰς ἀποστάσιας προσδέχεσθαι, περὶ μέτωπον δὲ καὶ κροτάφους ὄντος τοῦ πόνου, τὰς ῥύσιας. 157. Οἷσι κεφαλαλγίαι καὶ ἦχοι ἀπυρέτοισι, καὶ σκοτοδινίη, καὶ φωνῆς βραδυτὴς, καὶ νάρκη χειρῶν, ἢ ἀποπλήκτους, ἢ ἐπιληπτικοὺς προσδέχου τούτους ἔσεσθαι, ἢ καὶ ἐπιλήσμονας. 158. Οἱ κεφαλαλγέες, κατόχως παρακρούοντες, κοιλίης ἀποληφθείσης, ὄμμα θρασυνθέντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται. 159. Τὰ ὑποσείοντα κεφαλὰς, ὄμματα ἐξέρυθρα, παρακρούοντα σαφῶς, ὀλέθρια· οὐ ξυναποθνήσκει τοῦτο, ἀλλὰ παρ᾿ οὖς οἴδημα ποιέει. 160. Κεφαλαλγίη μεθ᾿ ἕδρης καὶ αἰδοίων ἀλγήματος, νωθρότητα καὶ ἀκρησίην παρέχει, καὶ φωνὴν παραλύει· ταῦτα οὐ χαλεπά· ὑπνώδεες δὲ καὶ λυγγώδεες γίνονται. ἐνάτῳ μηνὶ ἐκ τουτέων, φωνῆς λυθείσης, ἐς τὸ αὐτὸ καθίστανται, ἀσκαριδώδεες γενόμενοι. 161. Ἐν κεφαλαλγίῃ, κώφωσις καὶ κῶμα παρακολουθοῦντα, τὰ παρ᾿ οὖς ἐπαίρει. 162. Οἱ κεφαλαλγέες, κατόχως ὀδυνώδεες, ὄμμα ἐξέρυθροι, αἱμοῤῥαγικοί. 163. Τὰ σείοντα κεφαλὴν, ἠχώδεα, αἱμοῤῥοεῖ, ἢ γυναικὶ τὰ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθέῃ· ἴσως δὲ καὶ δυσεντερικά.
620
164. Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῥαγέουσιν, ἄλλως τε καὶ ἤν τι ἐς τράχηλον συντείνῃ. 165. Τὰ ἐν κεφαλαγίῃσιν ἰώδεα ἐμέσματα μετὰ κωφώσιος, ἀγρύπνοισι, ταχὺ ἐκμαίνει. 166. Οἷσι κεφαλῆς καὶ τραχήλου πόνος, καὶ ὅλου δέ τις ἀκράτεια τρομώδης, αἱμοῤῥαγίη λύει· ἀτὰρ καὶ οὕτω χρόνῳ λύονται· αἱ δὲ κύστιες ἐν τουτέῳ ἀπολαμβάνονται. 167. Ἐν τῇσιν ὀξείῃσι κεφαλαλγίῃσι, καὶ τῇσι ναρκώδεσι μετὰ βάρεος, ἐθέλει σπασμώδεα γίνεσθαι. 168. Κεφα· λαλγίην λύει πῦον διὰ ῥινῶν, ἢ πτύαλα παχέα καὶ ἄνοσμα· λύει δὲ καὶ ἑλκέων ἔκθυσις, ποτὲ δὲ καὶ ὕπνος, καὶ κοιλίης ῥύσις. 169. Κεφαλῆς ἄλγημα μέτριον μετὰ δίψης, μὴ ἰδίουσιν, ἢ μετὰ ἱδρῶτος μὴ λύοντος τὸν πυρετὸν, ἀπαστάσιας ἐν οὔλοισιν ἢ παρ᾿ οὖς σημαίνει, μὴ κοιλίης ἐκταραχθείσης. 170. Κεφαλαλγίη καρώδης μετὰ βάρεος ποιέει τι σπασμῶδες. 171. Οἱ κεφαλαλγικοὶ, διψώδεες, ὑπάγρυπνοι, ἀσαφέες, ἀδύνατοι, ἐπὶ κοιλίῃ ὑγρῇ κοπιώδεες, ἦρά γε ἐξίστανται; 172. Κεφαλαλγέες, ὑπόκωφοι, χεῖρας τρομώδεες, τράχηλον ὀδυνώδεες, οὐρέοντες μέλανα δεδασυμένα, ἐμέοντες μέλανα, ὀλέθριοι. 173. Οἱ κεφαλαλγέες, ἐφιδροῦντες, κοιλίην ἀπειλημμένοι, σπασμώδεες. 174. Τὸ καρῶδες πανταχοῦ κακόν. 175. Οἱ κωματώδεες ἐν ἀρχῇσι γενόμενοι
622
μετὰ κεφαλῆς, ὀσφύος, τραχήλου, ὑποχονδρίου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον, ἄλλως τε καὶ τεταρταίοισιν ἐοῦσιν, ἢ ἀρχομένοισιν· κακὸν δὲ καὶ κοιλίης περίπλυσις ἐξέρυθρος. 176. Οἱ [κωματώδεες] ἐξ ἀρχῆς ἐφιδρώσαντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως δὲ περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι. 177. Οἱ κωματώδεες ὕπνοι, καὶ αἱ καταψύξιες, ὀλέθριον. 178. Κωματώδεας, κοπιώδεας, κεκωφωμένους, κοιλίης κατεῤῥωγυίης, ἐρυθρὰ διελθόντα περὶ κρίσιν ὠφελέει. 178. Κωματώδεες, ἀσώδεες, ὑποχόνδριον ὀδυνώδεες, σμικρὰ ἐμετώδεες, τὰ παρ᾿ οὖς ἴσχουσι, πρόσθεν δὲ περὶ τὸ πρόσωπον ἐπάρματα. 180. Τὰ μετὰ κώματος, ἐξαίφνης παρακρούσαντα ἀλυσμῷ, αἱμοῤῥαγικά. 181. Τὰ κωματώδεα, ἀσώδεα, ὀδυνώδεα ὑποχόνδρια, θαμινὰ σμικρὰ πτύοντα, τὰ παρ᾿ οὖς ἐπαίρει· τὸ κωματῶδες ἦρά τι ἔχει σπασμῶδες; 182. Κωματώδεα, μεμωρωμένα, κάτοχα, ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, ἀπόσιτοι, ἀπολελαμμένοι, ἐφιδροῦντες· ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς διελθὸν λύγγα σημαίνει; κοιλίη δὲ ἦρα χολώδης προσδιέρχεται; τὸ λαμπῶδες ἐν τουτέοισιν οὐρηθὲν ὠφελέει, καὶ κοιλίαι δὲ τουτέοισιν ἐπιταράσσονται.

624

V. 183. Ἐγκεφάλου σφακελίσαντος, οἱ μὲν ἐν τῇσι τρισὶν ἡμέρῃσιν, οἱ δὲ ἐν τῇσιν ἑπτὰ τελευτῶσι, ταύτας δὲ διαφεύγοντες, σώζονται· οἷσι δ᾿ ἂν τμηθεῖσι τῶν τοιουτέων διεστηκὸς εὑρεθῇ τὸ ὀστέον, ἀπόλλυνται. 184. Τοῖσι κεφαλαλγικοῖσιν ὀστία ῥαγεῖσιν ἐκ τῶν ὄπισθεν, ῥύσις ἐκ μυκτῆρος λαῦρος, παχεῖα, κακόν· ὀφθαλμὸν προαλγήσαντες οὗτοι ῥιγέουσιν· ἦρα αἱ κατὰ κρόταφον ὀστέων διαῤῥαγαὶ σπασμώδεες;