XXVI. 466. Νάρκαι καὶ ἀναισθησίαι γινόμεναι παρὰ τὸ ἔθος, ἀποπληκτικῶν συμβησομένων σημεῖον. 467. Ὅσοι ἐκ τρώματος ἀκρατέες γίνονται τοῦ σώματος, πυρετοῦ μὲν ἐπιγενομένου χωρὶς ῥίγεος, ὑγιάζονται· μὴ γενομένου δὲ, ἀποπληκτικοὶ γίνονται τὰ δεξιὰ ἢ τὰ ἀριστερά. 468. Ἀποπληκτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγενόμεναι, χρήσιμον· ψύξιες δὲ καὶ ναρκώσιες, πονηρόν. 469. Ἐν τοῖσιν ἀποπληκτικοῖσιν ἐπὶ τῇ δυσφορίῃ τοῦ πνεύματος ἱδρὼς ἐπιγενόμενος, θανάσιμον· ἐν αὐτοῖσι δὲ πάλιν τούτοισιν ἢν πυρετὸς ἐπιγένηται, λύσις. 470. Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντα, χρόνῳ ὀλέθρια. 471. Οἷσιν ἔκ τινος ἀῤῥωστίης ἐς ὕδερον περιίσταται, τούτοισι κοιλίαι ξηραὶ σκυραθώδεες
690
ἔρχονται μετὰ περιτήξιος μυξώδεος καὶ οὔρου οὐ καλοῦ· διατάσιές τε περὶ ὑποχόνδρια, καὶ πόνοι καὶ ἐπάρματα περὶ κοιλίην, καὶ πόνοι περὶ κενεῶνας, καὶ περὶ τοὺς ῥαχιαίους μύας προσπίπτουσι, πυρετοί τε καὶ δίψαι καὶ βῆχες ξηραὶ παρακολουθοῦσι, καὶ δύσπνοια περὶ τὰς κινήσιας, καὶ σκελέων βαρύτης, σιτίων τε ἀφιστᾶσι, καὶ προσενεγκάμενοι μικρὰ πληροῦνται. 472. Τοὺς λευκοφλεγματοῦντας διάῤῥοια παύει· αἱ μετὰ σιγῆς ἀθυμίαι καὶ ἀπανθρωπίαι, ἐπιεικῶς αὐτῶν κατεργαστικαί. 473. Ὅσοι ἐκ φόβου μετὰ καταψύξιος ἐξίσταντα, πυρετοὶ μεθ᾿ ἱδρώτων, καὶ ὕπνοι οἱ πάννυχοι ταῦτα λύουσιν. 474. Ἐκ μανίης ἐς βράγχον μετὰ βηχὸς ἀπόστασις. 475. Ἐν τοῖσι μανιώδεσι σπασμὸς προσγινόμενος ἀμαύρωσιν ἴσχει. 476. Αἱ σιγῶσαι ἐκστάσιες, οὐχ ἡσυχάζουσαι, ὄμμασι περιβλέπουσαι, πνεῦμα ἔξω ἀναφέρουσαι, ὀλέθριαι· ποιοῦσαι δὲ παραπληκτικὰ χρόνια· ἀτὰρ καὶ ἐκμαίνονται οὗτοι· ὅσοι δὲ ἐπὶ ταραχῇ κοιλίης οὕτω παροξύνονται, περὶ κρίσιν μέλανα διέρχεται. 477. Οἷσιν ὑγιαίνουσι, χειμῶνος ἐόντος, περὶ τὴν ὀσφὺν ψυχρότης καὶ βάρος ἀπὸ βραχείης προφάσιος, καὶ κοιλίης
692
ἐπίστασις, τῆς ἄνω καλῶς ὑπηρετούσης, ἰσχιὰς, ἢ νεφρῶν πόνος ἢ στραγγουρίης τάχα ἂν συμβαιη. 478. Οἷσι τὰ κάτω κακοῦται, κνησμῶν ἐγγενομένων ἔμπροσθεν ἰσχυρῶν, τούτοισιν ἀμμῶδες οὖρον γίνεται, καὶ ἐφίσταται· τοῖσι δὲ ὀλεθρίοισιν αὐτῶν ἡ διάνοια ἀποναρκοῦται. 479. Οἱ τὰ ἄρθρα φλυκταινούμενοι ἐξερύθροισιν ἐπιπολαίοις, ἐπιῤῥιγώσαντες, οὗτοι κοιλίας καὶ βουβῶνας διαφοινίσσονται, οἷα πληγῇσιν ἐπωδύνοισι, καὶ ἀποθνήσκουσιν 480. Τὰ ἰκτερώδεα, οὐ πάνυ τι ἐπαισθανόμενα, οἷσι λύγγες, κοιλίαι καταῤῥήγνυνται· ἴσως δὲ καὶ ἐπίστασις· οὗτοι ἐκχλοιοῦνται. 481. Τὰ κατὰ πλευρὸν ἀλγήματα ἐν πυρετοῖσιν ἰσχνῶς ἑστηκότα, ἄσημα, φλεβοτομίη βλάπτει, κἢν ἀπόσιτος ᾖ, κἢν ὑποχόνδριον μετέωρον· καὶ ἐν καταψύξει οὐκ ἀπύρους νενωθρευμένους αἵματος ἀφαίρεσις βλάπτει· καὶ δοκέοντες δὲ ἐπιεικέστερον ἔχειν, οὗτοι θνήσκουσιν.
XXVII. 482. Κεφαλὴν καὶ πόδας καὶ χεῖρας κατεψῦχθαι, κοιλίης καὶ πλευρῶν θερμῶν ἐόντων, κακόν· βέλτιστον δὲ πᾶν ὁμοίως τὸ σῶμα θερμόν τε εἶναι καὶ μαλθακόν. 483. Στρέφεσθαι δὲ ῥηϊδίως χρὴ τὸν νοσέοντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· βαρύτης δὲ ὅλου τοῦ σώματος καὶ χειρῶν καὶ ποδῶν, πονηρόν· εἰ δὲ καὶ πρὸς τῷ βάρει πέλιοι γίγνονται οἱ δάκτυλοι καὶ οἱ ὄνυχες, πλησίον ὁ θάνατος· μελαινόμενα δὲ παντελῶς, ἧσσον ὀλέθρια τῶν πελίων· ἀλλὰ τὰ λοιπὰ θεωρεῖν· ἢν γὰρ εὐπετέως φέρῃ τὸ νόσημα, καὶ ἄλλο
694
τι τῶν χρησίμων ὑποδεικνύῃ, τὸ νόσημα ἐς ἀπόστασιν τρέπεται, καὶ τὰ μελανθέντα τοῦ σώματος ἀποπίπτει. 484. Ὄρχιες καὶ αὶδοῖον ἀνεσπασμένα πονηρὸν σημαίνει. 485. Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι, βέλτιστον· κρέσσον δὲ καὶ σὺν ψόφῳ διελθεῖν, ἢ αὐτοῦ ἀνειλέεσθαι· καίτοι τὸν τοιοῦτον τρόπον διελθοῦσα σημαίνει πονηρὸν καὶ παραφροσύνην, ἢν μὴ ἑκὼν οὕτω ποιέηται τὴν ἄφεσιν τῆς φύσης. 486. Ἕλκος πέλιον καὶ ξηρὸν ἢ χλωρὸν γινόμενον, θανάσιμον. 487. Ἀνάκλισις βελτίστη μὲν, ὡς εἴθισταί τις ὑγιαίνων· ὕπτιον δὲ κεῖσθαι, τὰ σκέλεα ἐκτεταμένον, οὐκ ἀστεῖον· εἰ δὲ καὶ καταῤῥέοι προπετὴς ἐπὶ πόδας, χεῖρον· θανάσιμον δὲ καὶ κεχηνέναι καὶ καθεύδειν ἀεί· καὶ τὰ σκέλεα ὑπτίου κειμένου συγκεκαμμένα τε εἶναι ἰσχυρῶς καὶ διαπεπλεγμένα· τὸ δ᾿ ἐπὶ γαστέρα κεῖσθαι οἷσι μὴ σύνηθες, παραφροσύνην σημαίνει καὶ πόνους περὶ κοιλίην· πόδας δὲ γυμνοὺς ἔχειν καὶ χεῖρας, μὴ θερμὸν ἐόντα ἰσχυρῶς, καὶ τὰ σκέλεα διεῤῥῖφθαι, κακὸν, ἀλυσμὸν γὰρ σημαίνει· ἀνακαθίζειν δὲ βούλεσθαι, κακὸν ἐν τοῖσιν ὀξέσι, κάκιστον δὲ ἐν περιπλευμονικοῖσι καὶ πλευριτικοῖσιν. Καθεύδειν δὲ χρὴ τὴν νύκτα, τὴν δὲ ἡμέρην ἐγρηγορέναι· τὸ δ᾿ ἐναντίον, πονηρόν· ἥκιστα δ᾿ ἂν βλάπτοι τὸ πρωῒ κοιμώμενος ἕως τοῦ τρίτου τῆς ἡμέρης· οἱ δὲ μετὰ ταῦτα ὕπνοι, πονηροί· κάκιστον δὲ μὴ καθεύδειν μήτε ἡμέρης, μήτε νυκτὸς, ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνου ἀγρυπνοίη ἂν, ἢ παραφρονήσει ἀπὸ τούτου τοῦ σημείου.
696
XXVIII. 488. Ὁκόσοισι κρόταφος τάμνεται, σπασμὸς ἐκ τῶν ἐναντίων τῆς τομῆς ἐπιγίνεται. 489. Ὅσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ, καὶ πονέσῃ πληγεῖσιν ἢ ἄλλως, πίπτουσι παραχρῆμα, ἄφωνοι γίνονται, καὶ οὔτε ὁρῶσιν, οὔτε ἀκούουσι, καὶ τὰ πολλὰ θνήσκουσιν. 490. Οἷς ὁ ἐγκέφαλος τιτρώσκεται, πυρετὸς ὡς ἐπιτοπολὺ καὶ χολῆς ἔμετος ἐπιγίνεται, καὶ ἀποπληξίη σώματος, καὶ ὀλέθριοι οἱ τοιοῦτοι. 491. Τῶν ῥηγνυμένων ἐν κεφαλῇ ὀστέων, χαλεπώτατον γνῶναι τὰ κατὰ τὰς ῥαφὰς ῥηγνύμενα· ῥήγνυται δὲ ὑπὸ τῶν βαρέων καὶ στρογγύλων βελέων μάλιστα, καὶ ἐκ τῶν ἐξ ὑπεναντίου φερομένων, καὶ μὴ ἐξ ἰσοπέδου. Τὰ δ᾿ ἀπορεύμενα, πότερον ἔῤῥωγεν ἢ οὒ, κρίνειν δεῖ, διαμασᾶσθαι διδόντα ἐφ᾿ ἑκατέρην τὴν σιηγόνα ἀνθέρικον ἢ νάρθηκα, καὶ προσέχειν κελεύειν, εἴ τι ψοφεῖν αὐτῷ δοκέει τὸ ὀστέον· τὰ γὰρ κατεηγότα δοκέει ψοφεῖν. Προϊόντος δὲ τοῦ χρόνου, τὰ ἐῤῥωγότα μὲν ἑβδομαῖα, τὰ δὲ τεσσαρεσκαιδεκαταῖα, τὰ δὲ καὶ ἄλλως διασημαίνει· τῆς τε γὰρ σαρκὸς ἀπόστασις ἀπὸ τοῦ ὀστέου γίνεται, καὶ τὸ ὀστέον πελιὸν, καὶ πόνοι, ἰχώρων ὑποῤῥεόντων· γίνεται δὲ ταῦτα ἤδη δυσβοήθητα.
XXIX. 492. Ὅσοισιν ἐπίπλοον ἐκπίπτει, ἀνάγκη ἀποσαπῆναι. 493. Ἢν ἔντερον διακοπῇ τῶν λεπτῶν, οὐ συμφύεται. 494. Νεῦρον διακοπὲν, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὐ συμφύεται. 495. Ὅ τι ἂν ἐν τῷ σώματι ὀστέον ἀποκοπῇ, ἢ χόνδρος, οὐκ αὔξεται.
698
496. Ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, κακόν. 497. Ἐπὶ τρώματι χολῆς ἔμετος ἐπιγενόμενος, κακὸν, καὶ μάλιστα ἐπὶ τοῖσι κεφαλικοῖσιν. 498. Νεῦρα ὅσα παχέα τιτρώσκεται, ὡς ἐπιτοπολὺ χωλοῦνται, καὶ λοξὰ τιτρωσκόμενα μάλιστα, καὶ τῶν μυῶν αἱ κεφαλαὶ, μάλιστα τῶν ἐν μηροῖσιν. 499. Ἀποθνήσκουσι δὲ μάλιστα ἐκ τῶν τρωμάτων, ἤν τις ἐγκέφαλον τρωθῇ ἢ ῥαχίτην μύελον ἢ ἧπαρ ἢ φρένας ἢ καρδίην ἢ κύστιν ἢ φλέβα τῶν παχειῶν· θνήσκει δὲ, κἢν ἐς ἀρτηρίην καὶ πλεύμονα μεγάλαι σφόδρα αἱ πληγαὶ γένωνται, ὥστε, τοῦ πλεύμονος πληγέντος, ἔλασσον προερχόμενον πνεῦμα κατὰ στόμα γίνεσθαι, ἢ τὸ ἐκπῖπτον ἐκ τοῦ τρώματος· θνήσκουσι δὲ καὶ οἱ ἐς τὰ ἔντερα, ἤν τέ τι τῶν λεπτῶν τρωθῶσιν, ἤν τε τῶν παχέων, ἢν ἐπικάρσιος ἡ πληγὴ γένηται καὶ μεγάλη· εἰ δὲ μικρὴ καὶ εὐθεῖα, περιγίνονται ἔνιοι. Ἥκιστα δὲ θνήσκουσιν οἱ τιτρωσκόμενοι, ἐν οἷσι ταῦτα μὴ ἔνι τῶν τοῦ σώματος μερῶν, ἢ τούτων προσωτάτω. 500. Τὴν δὲ ὄψιν ἀμαυροῦνται ἐν τοῖσι τρώμασι τοῖσιν ἐς τὴν ὀφρὺν καὶ μικρὸν ἐπάνω· ὅσῳ δ᾿ ἂν τὸ τρῶμα νεώτερον ᾖ, μάλιστα βλέπουσι, χρονιζομένης δὲ τῆς οὐλῆς, ἀμαυροῦσθαι μᾶλλον συμπίπτει. 501. Αἱ σύριγγες χαλεπώταταί εἰσιν, ὅσαι ἐν τοῖσι χονδρώδεσί τε καὶ ἀσάρκοισι τόποισι πεφύκασιν, εἰσί τε κοῖλαι, μολοῦνταί τε καὶ ἰχωροροοῦσιν αἰεὶ, σαρκίον τε ἐπὶ τῷ στόματι ἔπεστιν αὐταῖς· εὐθεραπευτότεραι δὲ, ὅσαι ἐν τοῖσι μαλθακοῖσι τόποισι καὶ σαρκώδεσί τε καὶ ἀνεύροισι πεφύκασιν.
700
XXX. 502. Τὰ δὲ πρὸ ἥβης οὐ γίνεται νοσήματα, περιπλευμονικὰ, πλευριτικὰ, ποδαγρικὰ, νεφρῖτις, κιρσὸς περὶ κνήμην, ῥοῦς αἱματηρὸς, καρκίνος μὴ σύμφυτος, λεύκη μὴ συγγενὴς, κατάῤῥους νωτιαῖος, αἱμοῤῥοῒς, μὴ σύμφυτος χορδαψός· τούτων τῶν νοσημάτων πρὸ ἥβης οὐ χρὴ προσδέχεσθαι γενησόμενον οὐδέν. Ἀπὸ τεσσαρεσκαίδεκα μέχρι δύο καὶ τεσσαράκοντα ἐτέων πάμφορος ἡ φύσις νοσημάτων ἤδη τοῦ σώματος γίνεται. Πάλιν δὲ ἀπὸ ταύτης τῆς ἡλικίης μέχρι ξγ ἐτέων οὐ γίνονται χοιράδες, οὐδὲ λίθος ἐν κύστει, ἢν μὴ τύχῃ πρότερον ὑπάρχων, οὐδὲ κατάῤῥους νωτιαῖος, οὐδὲ νεφρῖτις, ἢν μὴ παρακολουθῶσιν ἐξ ἄλλης ἡλικίης, οὐδὲ αἱμοῤῥοΐδες, οὐδὲ ῥοῦς αἱματηρὸς, ἢν μὴ πρότερον τύχῃ γεγενημένος· ταῦτα μέχρι γήρως ἀπέχεται νοσήματα.