Coa praesagia

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

XXI. 426. Τῶν φθισικῶν οἷσιν ἐπὶ τοῦ πυρὸς ὄζει τὸ πτύαλον κνίσσης βαρὺ, καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ἀπόλλυνται. 427. Τῶν φθισικῶν οἷσιν ἐπὶ θάλασσαν πτύουσιν ἐς τὸν πυθμένα βαδίζει τὸ πῦον, ὀλέθριον συντόμως· ἔστω δὲ ἐν χαλκῷ ἡ θάλασσα. 428. Ὅσοισι τῶν φθισικῶν αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ὑπὸ διαῤῥοίης ἀπόλλυνται· καὶ ὅσοισι φθισικοῖσιν ἐπιγίνονται διάῤῥοιαι, θνήσκουσιν. 429. Αἱ ἐν φθινώδεσιν ἐπισχέσιες πτυάλων ἐξιστᾶσι ληρωδῶς· αἱμοῤῥοΐδα τούτοισιν ἐλπὶς ἐπιφανῆναι. 430. Φθίσιες ἐπικινδυνόταται, αἵ τε ἀπὸ ῥήξιος φλεβῶν τῶν παχειῶν, καὶ ἀπὸ κατάῤῥου τοῦ ἀπὸ κεφαλῆς. 431. Τῶν δὲ ἡλικιῶν ἐπικινδυνόταται πρὸς φθίσιν ἀπὸ ιη ἐτέων μέχρι ε καὶ λ. 432. Τὰ κνησμώδεα σώματα μετὰ κοιλίης στάσιν ἐν φθισικοῖσι, κακόν. 433. Ἐπὶ τῇσι φθινώδεσιν

682
ἕξεσι μετὰ πυρετοῦ ἐς οὖλα καὶ ὀδόντας ῥεύματα ἐπιφαίνομενα, κακόν. 434. Ἐπὶ πᾶσιν ὑποχόνδρια μετέωρα, κακόν· κάκιστον δὲ ἐπὶ τοῖσι φθισικοῖσι τῶν μακρῶν· ἐπὶ τοῖσι τετηκόσιν ὀλέθριον, ἔνιοι πρὸ τῶν τελευτῶν ἐπιῤῥιγοῦσιν. 435. Τὰ ἀμυχώδεα ἐξανθίσματα φθίσιν ἕξιος σημαίνει. 436. Οἱ δύσπνοοι ξηρῶς, ἢ πολλὰ ἄπεπτα ἀνάγοντες ἐν φθίσει, ὀλέθριοι.

XXII. 437. Οἷσιν ἡπατικοῖσι πολὺ πτύαλον αἱματῶδες, εἴ τε ἐνυπόσαπρον, εἴ τε χολῶδες ἄκρητον, ὀλέθριον εὐθέως. 438. Ἐφ᾿ ἡπατικῷ τῆξις ἅμα βράγχῳ, κακὸν, ἄλλως τε κἢν ὑποβήσσῃ. 439. Οἱ καθ᾿ ἧπαρ ὀδυνώδεες, καρδιαλγικοὶ, καρώδεες, ῥιγώδεες, κοιλίαι ταραχώδεες, λεπτοὶ, ἀπόσιτοι, ἐφιδροῦντες πολλῷ, πυώδεα κατὰ κοιλίην προΐενται. 440. Τοῖσιν ἧπαρ ἐξαπίνης περιωδυνοῦσι πυρετὸς ἐπιγενόμενος λύει. 441. Ὅσοι δὲ ἀφρῶδες αἷμα πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ θνήσκουσιν. 442. Οἷσιν ἧπαρ καυθεῖσιν οἷον ἀμόργη ἔρχεται, θανάσιμον.

684

XXIII. 443. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων, ἐπίπονοι γίνονται καὶ ὀλέθριοι· ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων, οἱ δὲ καὶ ἀπὸ τοῦ ἥπατος. Τοῖσι μὲν οὖν ἀπὸ τῶν κενεώνων ἀρχομένοισιν οἱ πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι παρακολουθοῦσιν, οὐ λαπάσσουσαι κοιλίην, οὐδὲ τὰς ὀδύνας λύουσαι τὰς ἐξ ὀσφύος καὶ κενεώνων. Ὅσοι δὲ ἀπὸ τοῦ ἥπατος, βῆξαί τε θυμὸς ἐγγίνεται, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ κοιλίη σκληρὰ διαδίδωσι καὶ πρὸς ἀνάγκην, οἰδήματά, τε περὶ αὐτὴν γίνεται, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, καὶ πάλιν καταπαύεται. 444. Ἐπὶ τοῖσι ξηροῖσιν ὑδρωπιώδεσι τὰ στραγγουρικὰ, μοχθηρόν· φλαῦρα δὲ καὶ τὰ μικρὰς ὑποστάσιας ἔχοντα. 445. Τοῖσιν ὑδρωπιώδεσιν ἐπιληπτικὰ ἐπιγενόμενα, ὀλέθριον, ἀλλήλων τε σημεῖον μοχθῃρὸν, καὶ κοιλίας ἐξυγραίνουσιν. 446. Ἐν τοῖσι χολώδεσι κοιλίη ταραχώδης, διαδιδοῦσα σμικρὰ γονώδεα, μυξώδεα, καὶ πόνον περὶ ἦτρον ἐμποιέοντα, καὶ οὖρα οὐκ εὐλύτως ἰόντα, ἐς ὕδρωπα ἀποτελευτᾷ ἐκ τῶν τοιούτων. 447. Ὑδεριῶντι πυρετώδει οὖρον μικρὸν καὶ τεταραγμένον, ὀλέθριον. 448. Ἐπὶ δὲ ὑδέρῳ ἀρχομένῳ διᾴῤῥοια γεγομένη ὑδατώδης, χωρὶς ἀπεψίης, λύει τὸ νόσημα. 449. Τοῖσι ξηροῖσιν, ὑδρωπιώδεσι προσημαίνουσι στρόφοι περὶ τὸ

686
λεπτὰν ἐμπίπτοντες, κακόν. 450. Τὰ ἐξ ὑδρωπικῶν ἐπιληπτικὰ, ὀλέθρια. 451. Ὕδερος πρὸς θεραπείην ἐνδιδοὺς, παλινδρομέων, ἀνέλπιστον. 452. Τοῖσιν ὑδρωπιώδεσι, κατὰ φλέβας ἐς κοιλίην ῥαγέντος τοῦ ὕδατος, λύσις.

XXIV. 453. Δυσεντερίη ἀκαίρως ἐπιστᾶσα ἀπόστασιν ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν, ἢ ἐν ἄρθροισι ποιέει· ἆρα ἡ μὲν χολώδης ἐν ἄρθροισιν, ἡ δὲ αἱματώδης ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν; 454. Δυσεντερικοῖσιν ἔμετος χολώδης ἐν ἀρχῇ, κακόν. 455. Οἷσιν ἐκ δυσεντερίης ὀξείης ἐς πυώδεα ἥκει τὸ ὑγρὸν, τὸ ἐφιστάμενον ἔκλευκον ἔσται καὶ πολύ. 456. Τὰ δυσεντεριώδεα, ὑπέρυθρα, ἰλυώδεα, λάβρα διαχρωρήματα, ἐπὶ φλογώδεσιν ἐξερύθροισι χρώμασι λυόμενα, ἐλπὶς ἐκμανῆναι. 457. Δυσεντερίη σπληνώδεσι μὴ μακρὴ. χρήσιμον, μακρὴ δὲ, πονηρόν· ληγούσης γὰρ, εἰ ὕδρωπες ἢ λειεντερίαι γίνονται, θανάσιμον. 458. Ἐν λειεντερικοῖσι μετὰ θηρίων, ὀδύναι στρόφῳ λυόμεναι τὰ περὶ ἄρθρα μετεωρίζουσιν· ἐκ τοιούτων λέπια ἐξέρυθρα, φλυκταινούμενα· ἐφιδρώσαντες οὗτοι διαφοινίσσονται οἷα μάστιξιν. 459. Οἱ ἐν λειεντεριώδεσι μακροῖσιν ἅμα θηρίοισι στροφώδεες, ὀδυνώδεες, λυομένων, ἐποιδέουσι· τὸ ἐπιῤῥιγοῦν τούτοισι κακόν. 460. Λειεντερικὰ μετὰ δυσπνοίης, καὶ πλευροῦ [εἴ] τι κνήσει, ἐς φθίσιν ἀποτελευτᾷ. 461. Εἰλεώδεσιν ἔμετος καὶ κώφωσις, κακόν.

XXV. 462. Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι, πάντως

688
μὲν κακὸν, κάκιστον δὲ πυρετῷ συνεχεῖ· καὶ γὰρ οἱ ἀπ᾿ αὐτέων πόνοι, ἱκανοὶ ἀνελεῖν· καὶ κοιλίαι τουτέοισιν οὐ πάνυ διαχωρέουσιν· λύει δὲ τούτους οὖρον πυῶδες ἐλθὸν, λευκὴν καὶ λείην ἔχον ὑπόστασιν· μὴ λυομένων δὲ τούτων, μηδὲ τῆς κύστιος λαπασσομένης, ἐν τῇσι πρώτῃσι περιόδοισιν ἐλπὶς ἀπολέσθαι τὸν νοσέοντα· μάλιστα δὲ γίνεται τοῦτο τοῖσιν ἀπὸ ἑπτὰ ἐτέων μέχρι πεντεκαίδεκα. 463. Οἱ λιθιῶντες, σχηματισθέντες ὥστε τὸν λίθον μὴ προσπίπτειν πρὸς τὸν οὐρητῆρα, ῥηϊδίως οὐρέουσιν· οἷσι δὲ φῦμα περὶ τὴν κύστιν ἐστὶ τὸ παρέχον τὴν δυσουρίην, παντοίως σχηματισθέντες ὀχλέονται· λύσις δὲ τούτου γίνεται, πύου ῥαγέντος. 464. Οἷσι λανθάνει τὸ οὖρον προσπῖπτον, καὶ τὸ αἰδοῖον ἕλκονται, ἀνέλπιστοι. 465. Ἐπὶ στραγγουρίῃ εἰλεὸς ἐπιγενόμενος ἑβδομαίους ἀπόλλυσιν, ἢν μὴ, πυρετοῦ ἐπιγενομένου, ἀθρόον οὖρον ἔλθῃ.