Coa praesagia

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

XXXI. 503. Ἐν γυναικείοισι τὰ πρὸ τῶν τόκων ἰόντα ὑδατώδεα, κακόν. 504. Στόματα ἀφθώδεα, τῇσιν ἐπιφόροισιν οὐ χρηστόν· ἆρα καὶ κοιλίαι καθυγραίνονται; 505. Ἐκ κενεώνων μεθιστάμενα ἀλγήματα ἐς τὸ λεπτὸν ἐν μακροῖσιν, ἐκ διαφθορῆς καὶ μὴ λίην καθαρθείσης, ὀλέθριον. 506. Τὰ ἐκ τόκου καὶ διαφθορῆς πολλὰ ὀξέως ὁρμήσαντα, ἐπιστάντα, δύσκολα· ῥῖγος ταύτῃσι πολέμιον, καὶ κοιλίης ταραχὴ, ἄλλως τε καὶ ὑποχονδρίου ὀδυνώδεες. 507. Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα, μετὰ βάρεος γινόμενα

702
καὶ σπασμοῦ, φλαῦρα ὡς ἐπιτοπολύ. 508. ᾟσιν ἐκ γυναικείων περὶ τὸ ἄνω καὶ τὸ λεπτὸν πόνοι σύντονοι, κοιλίας καθυγραίνουσιν, ὑπασώδεες, ταύτῃσι περὶ κρίσιν καταφοραὶ, καὶ ἀδύνατοι κενεαγγικῶς ἐφιδροῦσι καὶ περιψύχουσιν· αἱ τοιαῦται ὑποστροφαὶ τῇσι πλείστῃσι γενόμεναι μετὰ τὴν ἄφεσιν, ταχέως κτείνουσιν. 509. Τὰ μετὰ μυχθισμοῦ ἔξω ἀναφερόμενα πνεύματα, καὶ τῆξις παράλογος, τῇσιν ἐπιφόροισιν ἐκτιτρώσκει· ὀδύνη κοιλίης μετὰ τόκον, ἐπὶ ταύτῃσι πυώδεα καθαίρει. 510. Αἱ ναρκώδεες καὶ μάλιστα ἐν τῇσι κινήσεσι μετὰ ἀδυναμίης κατακεκλασμέναι, περὶ κρίσιν ἐνοχληθεῖσαι, ἀσώδεες, ἐφιδροῦσι πολλῷ· κοιλίαι καθυγρανθεῖσαι ταύτῃσι, κακόν. 511. Τὰ δὲ γυναικεῖα μὴ ἐπιστῆναι, χρήσιμον ἐπιληπτικὰ ἐκ τῶν τοιούτων, οἶμαι, ἐνίῃσι δὲ ὑποφοραὶ μακραὶ, ἐνίῃσι δὲ αἱμοῤῥοΐδες. 512. Τῇσιν ἐπιφόροισιν ὑποχονδρίου ἄλγημα, κακόν· καὶ κοιλίαι ταύτῃσι φερόμεναι, κακόν· καὶ τὸ ἐπιῤῥιγοῦν ταύτῃσι κακόν· ὀδύνη κοιλίης ἐν τοῖσι τοιούτοισιν, ἧσσον κακὸν, ἢν ἰλυώδεα καθαίρῃ· ᾗσι ῥηϊδίως τῶν τοιούτων τίκτεται, μετὰ τόκον δύσφορα σφόδρα. 513. Τῇσι κυούσῃσι φθινώδεσιν, ᾗσιν ἔρευθος ἐπὶ προσώπου γίνεται, αἱ ἀπὸ ῥινῶν ἀποστάξιες τοῦτο ἀποτρέπουσι γινόμεναι. 514. ᾟσιν ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ κώφωσις καὶ ἐς πλευρὸν ὀδύνη ὀξεῖα, ἐξίστανται ὀλέθριοι. 515. Τὰ ἐν τῇσιν ἐπιφόροισιν ἁλμυρώδεα σημαίνει μετὰ τόκον δύσκολα λευκοῖσι δακνώδεσιν· αἱ τοιαῦται καθαρσιες ἀποσκληρύνουσιν· λὺγξ ἐπὶ τούτοισι φλαῦρον, καὶ πτύξις ὑστερῶν,
704
καὶ συντείνει. 516. Ἐς πόδας καὶ ἐς ὀσφὺν συντάσιες ἐκ γυναικείων, ἐκπυητικὸν, καὶ τὰ ἀπὸ κοιλίης γλίσχρα, δυσώδεα ἐπιπόνως ἰόντα· πνιγμοὶ ἐπὶ τοῖσι προγεγραμμένοισιν, ἐκπυητικόν. 517. Τὰ ὑστερικὰ ἐν κοιλίῃσι σκληρύσματα ἐπώδυνα, ὀξέως ὀλέθριον. 518. Τῇσιν ἐπιφόροισιν ἤδη ἀφθώδεα ῥεύματα ἐπώδυνα, πονηρόν· αἱμοῤῥοῒς ταύτῃσι, κάκιστον. 519. Ἧσι, κοιλίης ἐπαρθείσης, ἐς αἰδοῖον ἔρευθος ἦλθε, γυναικείων λευκῶν ὑγρῶν κατελθόντων ἐξαπίνης, ἐν μακροῖσι πυρετοῖσι τελευτῶσιν. 520. Σπασμῷ, γυναικείων ἐν ἀρχῇσι φανέντων, πυρετοῦ μὴ ἐπιγενομένου, λύσις. 521. Οὖρα λεπτὰ ὑπονέφελα ἐν μέσῳ αἰωρεύμενα, ῥῖγος σημαίνει. 522. Ἢν ἀπὸ τῆς τετράδος αἵματος ῥύσις γένηται, χρόνια σημαίνει, καὶ κοιλίη καταῤῥήγνυται, καὶ σκελέων οἰδήματα. 523. Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα μετὰ βάρους γενόμενα, φλαῦρα· ἴσως δὲ ταύτῃσι καὶ ἅμα σπασμῶδές τι παθεῖν ὀφείλει. 524. Αἱ προαλγήσασαι τρόπον χολερώδεα πρὸ τῶν τόκων, τίκτουσι μὲν ῥηϊδίως, πυρέξασαι δὲ, κακοήθεες, ἄλλως τε κἤν τι κατὰ φάρυγγα ὀχλῇ, ἤ τι τῶν ἐν πυρετῷ κακοήθων ἐπιφανῇ σημείων. 525. Τὰ πρὸ τῶν τόκων ῥηγνύμενα ὑδατώδεα, φλαῦρα. 526. Τῇσιν ἐπιφόροισι κατὰ φάρυγγα ἁλμυρώδεες ῥύσιες, πονηρόν. 527. Τὸ πρὸ τῶν τόκων ἐπιῤῥιγοῦν, καὶ τὰ ἀνωδύνως τικτόμενα, κινδυνώδεα. 528. Τῇσιν ἐπιφόροισι τὰ ἀφθώδεα ῥεύματα, πονηρόν· σπασθεῖσαι, ἐκλυθεῖσαι, μετακαταψυχθεῖσαι, ἐκθερμαίνονται ὀξέως· καὶ μέντοι καὶ δύσκολα ἀποβαινει τῇσιν
706
ἐπιφόροισι τὰ περὶ τὸ λεπτὸν οἰδήματα, οἷα τὰ περὶ τὰς ὀσχίας γίνεται, ἀπολαμβανόμενα ὀρθοπνοίῃσιν· ἆρα τὰ τοιαῦτα οἰδήματα διδυμοτοκεῖ; ἆρα καὶ σπασμῶδες τὰ τοιαῦτα οἰδήματα ποιέει; 529. Τὰ μυχθῶδες ἐξαναφέροντα πνεῦμα ἐν πυρετοῖσιν, ἐκτιτρώσκονται. 530. Φρικώδεσι, κοπιώδεσι, καρηβαρικῇσι, γυναικεῖα καταῤῥήγνυται. 531. Αἱ πρὸς χεῖρα νωθραὶ, κατάξηροι, ἄδιψοι, γυναικεῖα πολλὰ χαλῶσαι, ἐκπυητικαί. 532. Τὰ ἐξαίφνης λευκὰ κατατρέχοντα ἐπὶ τρωσμῷ, ἤν τι ῥιγῇ, καὶ ἐς μηρὸν ὁρμᾷ τρόμος, δύσκολον. 533. Τὰ ἀφθώδεα στόματα τῇσιν ἐπιφόροισι κοιλίας καθυγραίνει. 534. Αἱ δὲ τῶν κυουσέων προνοσέουσαι πρὸ τῶν τόκων ἐπιῤῥιγοῦσιν. 535. Αἱ ναρκώδεες ἐκλύσιες, δύσκολοι μὲν ἐκ τῶν τόκων ἀποβαινουσι καὶ παρακρουστικαὶ, οὐ μέντοι ὀλέθριοι· ἀτὰρ καὶ πλῆθος γυναικείων προσημαίνουσιν. 536. Αἱ ἐν τόκῳ καρδίην προαλγήσασαι, ὀλίγῳ ὕστερον ἀποβάλλουσιν. 537. Τὰ φρικώδεα, κοπιώδεα, καρηβαρικὰ, τραχήλου ὀδυνώδεα, γυναικεῖα καταῤῥήγνυσιν· περὶ κρίσιν τὸ τοιοῦτον γινόμενον μετὰ βηχίου ἐπιῤῥιγεῖ. 538. Ἧσι κόρῃσιν ὀρθοπνοϊκὰ συμβαινει, ἐν τῇσιν ἐπιφορῇσι τιτθοὺς ἐκπυοῦνται· γυναικεῖα ἐπιφαίνεσθαι ἐν ἀρχῇ, κακόν. 539. Τὰ μανικὰ πυρετοὺς ὀξεῖς ταραχώδεας ἀχόλῳ
708
καρδιαλγικῷ λύουσιν. 540. Τῇσιν ἀτόκοισιν αἵματος ἔμετος πρὸς τὸ συλλαβεῖν ὠφελεῖ. 541. Τὰ ἀχλυώδεα, γυναικείων συχνῶν ἐπιφανέντων, λύεται. 542. Ὅσῃσι γυναιξὶν ἐκ πυρετῶν ἄλγημα τιτθῶν γίνεται, πτύσις αἱμάλωπος οὐ τρυγώδης γενομένη λύει τοὺς πόνους. 543. Οἱ ἐν ὑστερικῇσιν ἀπύροισι σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι. 544. ᾟσιν ἐκ ῥίγεος πυρετὸς κοπιώδης, γυναικεῖα κατατρέχει· τράχηλος ἐν τούτοισιν ὀδυνώδης, αἱμοῤῥαγικόν.

XXXII. 545. Ἔμετος δὲ ἀλυπότατος, φλέγματος καὶ χολῆς συμμεμιγμένος, μὴ πολὺς δὲ καρτὰ ἐμείσθω· τὰ δὲ ἀκρητέστερα τῶν ἐμουμένων, κακίω· πρασοειδὴς δὲ ἔμετος, καὶ μέλας, καὶ πελιὸς, πονηρόν· εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐτὸς ἐμέοι, ὀλέθριον· τάχιστον δὲ θάνατον σημαίνει ὁ πελιὸς καὶ κακώδης· ἐστὶ δὲ θανάσιμος ὁ ἐρυθρὸς ἔμετος, καὶ μάλιστα εἰ μετὰ ἀνάγκης ἐμέοιτο ἐπωδύνου. 546. Οἱ ἀσώδεες ἀνημέτως παροξυνόμενοι, κακὸν, καὶ οἱ σπαρασσόμενοι ἀνημέτως. 547. Τὰ μικρὰ ἐμέσματα, χολώδεα, κακὸν, ἄλλως τε κἢν ἀγρυπνέωσιν. 548. Ἐπὶ μελάνων ἐμέτων κώφωσις οὐ βλάπτει. 549. Οἱ κατὰ μικρὰ ταχεῖς, χολώδεες, ἄκρητοι ἔμετοι, κακὸν ἐν ὑποφορῇ πλείονι καὶ ὀσφύος ἀλγήματι συντόνῳ. 550. Τὰ ἐξ ἐμέτων ἀσώδεα, κλαγγώδεα,

710
ὄμματα ἐπίχνουν ἴσχοντα, μανικά· ὀξέως μανέντες θνήσκουσιν ἄφωνοι. 551. Ἐν ἐμέτῳ διψώδεα ἐόντα, ἄδιψον γενέσθαι, κακόν. 552. Ἐν ἀσώδεσιν ἀγρύπνοις, τὰ παρ᾿ οὖς μάλιστα. 553. Τοῖς ἀσώδεσι, κοιλίης ταραχώδης ἐπίστασις διὰ ταχέων ἐξανθεῖ οἷα κωνώπων κεντήματα, καὶ ἐς ὄμματα δακρυώδης ἀπόστασις ἔρχεται. 554. Ἐπὶ ἀκρήτοις ἐμέτοις λυγμὸς, κακόν· κακὸν δὲ καὶ σπασμός· ὁμοίως δὲ καὶ ἐν τῇσιν ὑπερκαθάρσεσι τῇσιν ἐκ τῶν φαρμακειῶν. 555. Οἱ μέλλοντες ἐμεῖν πτυαλίζουσιν ἔμπροσθεν. 556. Ἐπὶ ἐλλεβόρῳ σπασμὸς, ὀλέθριον. 557. Ἐπὶ πάσῃ καθάρσει πλεοναζούσῃ ψύξις μεθ᾿ ἱδρῶτος, ὀλέθριον· καὶ οἱ ἐπανεμέοντες διψώδεες ἐν τούτοισι, κακόν· οἱ δὲ ἀσώδεες ὀσφυαλγέες κοιλίην καθυγραίνονται. 558. Αἱ ἐξερύθρων, μελάνων ὑπὸ ἐλλεβόρου, καθάρσιες, πονηραί· καὶ ἔκλυσις δὲ μετὰ τοιούτων, κακόν. 559. Ἀπὸ ἐλλεβόρου ἐμέσαι ἐρυθρὰ, ἀφρώδεα, ὀλίγα, ὠφελέει· ποιέει μέντοι σκληρύσματα, καὶ ἐμπυήσιας μεγάλας ἀφίστησιν· εἰσὶ δὲ οἱ τοιαῦτα ἐμέοντες ἄλλως τε καὶ στῆθος ἐπώδυνοι, καὶ ἐν τοῖς ῥίγεσιν ἐφιδροῦντες, καὶ ὄρχιας ἐπαίρονται· τούτου προσγενομένου, ἐπιῤῥιγοῦσι καὶ ἰσχναίνονται. 560. Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ ἐμετώδεες περὶ κρίσιν μέλανα ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες.

712

XXXIII. 561. Ἱδρὼς ἄριστος μὲν ὁ λύων τὸν πυρετὸν ἐν ἡμέρῃ κρισίμῳ, χρήσιμος δὲ καὶ ὁ κουφίζων· ὁ δὲ ψυχρὸς καὶ μοῦνον περὶ κεφαλὴν καὶ τράχηλον γινόμενος, φλαῦρος, καὶ γὰρ χρόνον καὶ κίνδυνον σημαίνει. 562. Ἱδρὼς δὲ ψυχρὸς, ἐν ὀξεῖ μὲν πυρετῷ θανάσιμος, ἐν πρηϋτέρῳ δὲ χρόνον σημαίνει. 563. Ἱδρὼς ἅμα πυρετῷ γενόμενος ἐν ὀξεῖ, φλαῦρον.

XXXIV. 564. Οὖρον ἐν πυρετῷ λευκὴν ἔχον καὶ λείην ὑπόστασιν ἱδρυμένην, ταχεῖαν ἄφεσιν σημαίνει· ταχεῖαν δὲ καὶ τὸ ἐξ ἀκρίτου λίπος ἴσχον τι ἐξυδατούμενον· τὸ δὲ ὑπέρυθρον καὶ τὴν ὑπόστασιν ἔχον ὑπέρυθρόν τε καὶ λείην, πρὸ μὲν τῆς ἑβδόμης γενόμενον, ἑβδομαῖον ἀπολύει, μετὰ δὲ τὴν ἑβδόμην, χρονιώτερον ἢ πάντως χρόνιον· τό τε ἐν τετάρτῃ λαβὸν ἐπινέφελον ὑπέρυθρον, ἑβδομαῖον ἀπολύει, τῶν λοιπῶν κατὰ λόγον ἐχόντων. Τὸ δὲ λεπτὸν καὶ χολῶδες καὶ τὸ μόλις γλίσχρων ἔχον ὑπόστασιν, καὶ τὸ μεταβάλλον ἐπὶ τὸ βέλτιον καὶ χεῖρον, χρόνιον· ἐπὶ πλεῖον δὲ τοῦτο ἐπακολουθοῦν, ἢ περὶ κρίσιν χειρόνων γενομένων, οὐκ ἀκίνδυνον. 565. Ὑδατῶδες δὲ καὶ λευκὸν διατελέως ἐν χρονίοισι, δύσκριτον γίνεται καὶ οὐκ ἀσφαλές. 556. Νεφέλαι δὲ ἐν οὔροισι λευκαὶ μὲν καὶ κάτω, λυσιτελέες· ἐρυθραὶ δὲ, καὶ μέλαιναι, καὶ πελιαὶ, δύσκολοι. 567. Κινδυνῶδες τῶν οὔρων ἐστὶ τὸ χολῶδες μὴ ὑπέρυθρον ἐν τοῖσιν ὀξέσι, καὶ τὸ κριμνῶδες

714
λευκὰς ἔχον ὑποστάσιας, καὶ τὸ ποικίλον χροιῇ καὶ ὑποστάσει, καὶ μάλιστα τοῖσιν ἀπὸ τῆς κεφαλῆς ῥευματισμοῖσιν. Κινδυνῶδες δὲ καὶ τὸ ἐκ μέλανος μεθιστάμενον ἐς λεπτὸν χολῶδες, καὶ τὸ ἐξ ὑποστάσιος διασπώμενον, καὶ τὸ ἐκ τροφιώδεος ὑπόστασιν ἴσχον ὑποπέλιον ἰλυώδεα· ἆρα ἐκ τοιούτων ὑποχόνδριον ὀδυνῶνται, δοκέω δεξιὸν, ἢ καὶ χλοώδεες γίνονται, καὶ τὰ παρ᾿ οὖς ὀδυνώδεες; τούτοισιν ἐπὶ βραχὺ κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον. 568. Οὖρα ἐξαίφνης παραλόγως ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα, καὶ ὅλως τὸ παραλόγως πέπον ἐν ὀξεῖ, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἐξέρυθρον ἐκ τούτων ἐπάνθισμα ἰώδει κατεχόμενον. Λευκὸν δὲ καὶ καταχεόμενον διαφανὲς οὖρον, πονηρόν· μάλιστα ἐν φρενιτικοῖσιν ἐπιφαίνεται. Πονηρὸν δὲ καὶ τὸ μετὰ ποτὸν ταχέως διουρούμενον, καὶ μάλιστα πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν. Πονηρὸν δὲ καὶ τὸ πρὸ ῥίγους ἐλαιῶδες οὐρούμενον. Πονηρὸν δ᾿ ἐν τοῖσιν ὀξέσι καὶ τὰ χλοιώδεα μὴ ἐπὶ χροιῇ ἐόντα. 569. Ὀλέθριον δ᾿ ἐστὶ τῶν οὔρων τό τε μέλαιναν τὴν ὑπόστασιν ἔχον, καὶ τὸ μέλαν· μᾶλλον δ᾿ ἐν τοῖσι παισὶ τὸ λεπτὸν τοῦ παχέος, τοῖσι δὲ λεπτοῖσι τὸ ἀνάπαλιν· οἷσι συνεστραμμένοις καὶ τὸ χαλαζῶδες διαχεόμενον, τὸ δ᾿ αὐτὸ καὶ ἐπίπονον· ὀλέθριον δ᾿ ἐστὶ καὶ πᾶν τὸ λαθραίως οὐρούμενον· περιπλευμονικοῖσι δ᾿ ἐστὶν ὀλέθριον καὶ τὸ ἐν ἀρχῇ μὲν πέπον, μετὰ δὲ τὴν τετράδα λεπτυνόμενον. 570. Πλευριτικοῖσιν
716
οὖρον αἱματῶδες, ζοφῶδες, μεθ᾿ ὑποστάσιος ποικίλης ἀδιακρίτου, θανάσιμον ἐν τέσσαρσι καὶ δέκα ἡμέρῃσιν ὡς ἐπιτοπολύ· θανάσιμον δὲ καὶ ἐν τοῖσι πλευριτικοῖσι συντόμως καὶ τὸ πρασοειδὲς μέλαιναν ἔχον ὑπόστασιν ἢ πιτυρώδεα. Καυσώδεσι δὲ κατόχως κάκιστον οὖρόν ἐστι τὸ ἔκλευκον. 571. Οὖρον δὲ ὠμὸν πλείονα χρόνον γινόμενον, τῶν ἄλλων σωτηρίων ἐόντων, ἀπόστασιν καὶ πόνον σημαίνει, καὶ μᾶλλον ἐν τοῖσιν ὑπὸ φρένα· ἀλγημάτων δὲ ἐν ὀσφύϊ πλανωμένων, ἐς ἰσχίον, καὶ ἐν πυρετῷ καὶ ἄνευ πυρετοῦ. Τὸ δὲ ἐκπεμπόμενον λίπος ἴσχον οὖρον ὑπόστασιν, σημαίνει πυρετόν· τὸ δὲ αἱματῶδες ἐν ἀρχῇ οὐρηθὲν, χρόνιον· τὸ δ᾿ ἀνατεταραγμένον μεθ᾿ ἱδρῶτος, ὑποτροπήν· τὸ δὲ λευκὸν οἷον τῶν ὑποζυγίων κεφαλαλγίην· τὸ δ᾿ ὑμενῶδες, σπασμόν· τὸ δὲ πτυαλώδεας ἔχον ὑποστάσιας οὖρον ἢ ἰλυώδεας, ῥίγεος δηλωτικόν· τὸ δὲ ἀραχνιῶδες, συντήξιος· τὰ δ᾿ ἐν πλανώδεσι πυρετοῖσι μέλανα νεφέλια, τεταρταίου· τὰ δ᾿ ἄχροα μέλασιν ἐναιωρεύμενα μετὰ ἀγρυπνίης καὶ ταραχῆς, φρενιτικά· τὰ δὲ κονιώδεα μετὰ δυσπνοίης, ὑδατώδεα. 572. Οὖρον ὑδατῶδες ἢ τεταραγμένον ψαφερῇ τρηχύτητι, κοιλίην ὑγρὴν ἐσομένην σημαίνει· τὸ δὲ ἔκλεπτον οὖρον δασυνόμενον, ἆρα ἱδρῶτα μέλλοντα δηλοῖ, γεγενημένον δὲ, τὸ ἀφρῶδες ἐφ᾿ αὑτὸ ἐφιστάμενον; 573. Τὰ δ᾿ ἐν τριταίοισι μετὰ φρίκης, οἷα νεφέλια μέλανα, φρίκης ἀκαταστάτου δηλωτικά· καὶ ὑμενώδεες οὐρήσιες, καὶ
718
αἱ μετὰ φρίκης ὑφιστάμεναι, σπασμώδεες. 574. Οὖρον χρηστὴν ἔχον ὑπόστασιν, ἐξαπίνης μὴ ἔχον, πόνον καὶ μεταβολὴν σημαίνει· τὸ δὲ ὑπόστασιν ἔχον, ἐπιταραχθὲν καθιστάμενον, ῥῖγος περὶ κρίσιν, τάχα δὲ καὶ ἐς τριταῖον ἢ τεταρταῖον μετάστασιν. 575. Ἐν πλευριτικοῖσιν οὖρον ὑπέρυθρον, ἔχον λείην ὑπόστασιν, ἀσφαλέα κρίσιν σημαίνει· τὸ δ᾿ ὑπόχλωρον εὐανθὲς, λευκὴν ἔχον ὑπόστασιν, καὶ ταχεῖαν· τὸ δὲ ἐρυθρὸν σφόδρα καὶ εὐανθὲς, ὑπόστασιν χλωρὴν ἔχον λείην εἰλικρινέα, πολυχρόνιον σφόδρα ταραχώδεα νοῦσον μεταβάλλουσαν ἐς ἄλλην, οὐ μὴν ὀλέθριον· τὸ δὲ λευκὸν, ὑδατῶδες, κριμνώδεα πυῤῥὴν ἔχον ὑπόστασιν, πόνον καὶ κίνδυνον σημαίνει· καὶ τὸ χλωρὸν πυῤῥὴν ἔχον ὑπόστασιν κριμνώδεα, χρόνον καὶ κίνδυνον σημαίνει. 576. Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρον· καὶ τὸ κατεψῦχθαι ὧδε, πονηρόν. 577. Κύστις ἀποληφθεῖσα, ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκώδεα ἐν τοιούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἆρά τι καὶ παρακρούουσιν; 578. Νεφρῶν ἐξαπίναιον ἄλγημα, μετὰ οὔρου ἐπισχέσιος, λιθιδίων οὔρησιν ἢ παχέων οὔρων σημαίνει· τρομώδεα πρεσβυτέροισιν ἐν πυρετῷ καὶ οὕτως ἐπιφαινόμενα, λιθίδιά που διουρέει. 579. Οὔρου ἀπόληψις καὶ βάρος ἐν νειαίρῃ σημαίνει ὡς τὰ πολλὰ στραγγουρίην ἐσομένην· εἰ δὲ μὴ, ἄλλην ἀῤῥωστίην, ἣν εἴωθεν ἀῤῥωστεῖν. 580. Ἐν χολώδεσιν
720
οὔρου ἀπόληψις κτείνει συντόμως. 581. Οὖρον ἐν πυρετῷ δάσος ἔχον διασπώμενον, ὑποτροπικὸν, ἢ ἱδρῶδες. 582. Ἐν μακροῖσι πυρετοῖσι λεπτοῖσι πλανώδεσι, λεπτῶν οὔρων οὐρήσιες, σπληνώδεες. 583. Ἐν πυρετῷ ἄλλοτε ἀλλοίων οὔρων οὐρήσιες μηκύνουσιν. 584. Τὰ οὐρούμενα, ὑπομνησάντων, ἄλλως δὲ ὀλέθρια· ἆρα τούτοισιν οὐρεῖται, οἷον εἰ τὴν ὑπόστασιν ταράξειας. 585. Οἷσιν οὖρα ὀλίγα, θρομβώδεα, οὐκ ἀπυρέτοις, πλῆθος ἐκ τούτων ἐλθὸν λεπτὸν, ὠφελεῖ· ἔρχεται δὲ τοιαῦτα, οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει. 586. Οἷσιν οὖρα ταχέως ὑπόστασιν ἴσχει, ταχέως οὗτοι κρίνονται. 587. Ἐπιληπτικοῖς οὖρα λεπτὰ καὶ ἄπεπτα παρὰ τὸ ἔθος ἄνευ πλησμονῆς, ἐπίληψιν σημαίνει, ἄλλως τε κἤν τις ἐς ἀκρώμιον ἢ τράχηλον ἢ μετάφρενον πόνος, ἢ σπασμὸς ἐμπεπτώκῃ, ἢ νάρκη περιγίνηται τοῦ σώματος, ἢ ταραχῶδες ἐνύπνιον ἑωράκῃ. 588. Τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας, καὶ οὖρον, καὶ ἔμετον, καὶ διαχωρήματα, κακὸν μὲν πάντως, κάκιστον δὲ, ἐγγὺς ἀλλήλων ἰόντα.

XXXV. 589. Διαχώρημα κοιλίης βέλτιστον, μαλθακὸν, συνεστηκὸς, ὑπόπυῤῥον, μὴ σφόδρα δυσῶδες, διαχωρέον τὴν εἰθισμένην ὥρην· πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων· παχυνέσθω δὲ πρὸς τὴν κρίσιν· χρήσιμον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι, πρὸς κρίσιν προσάγον. 590. Ἐν ὀξέσι τὸ ἀφρῶδες περίχολον διαχώρημα, κακόν· κακὸν δὲ καὶ τὸ ἔκλευκον· ἔτι δὲ κάκιον τὸ ἀλητοειδὲς κοπριῶδες· κάρος ἐπὶ τούτοισι, κακὸν, καὶ αἱματώδης διαχώρησις, καὶ

722
κενεαγγίη παράλογος. 591. Κοιλίης ἀπόληψις μικρὰ μέλανα σπυραθώδεα πρὸς ἀνάγκην χαλῶσα, μυκτὴρ τούτοισι ῥηγνύμενος, κακόν. 592. Γλίσχρον ἄκρητον, ἢ λευκὸν διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἅλες ἐζυμωμένον ὑποφλεγματῶδες· πονηρὸν δὲ καὶ ἐκ τροφιωδέων ὑπόστασις ὑποπέλιος, πυώδης μετὰ χολώδεος. 593. Αἷμα λαμπρὸν διαχωρέειν, κακὸν, ἄλλως τε κἤν τις ὀδύνη παρῇ. 594. Τὸ ἀφρῶδες περίχολον διαχώρημα, φλαῦρον· καὶ ἰκτεροῦνται δὲ ἐκ τοιούτων. 595. Ἐπὶ τοῖσι χολώδεσι τὸ ἀφρῶδες ἀπάνθισμα, κακὸν, μάλιστα δὲ ὀσφὺν πεπονηκότι, καὶ παρενεχθέντι· ἀραιὰ δὲ τούτοισι τὰ ἀλγήματα. 596. Λεπτὸν ἔπαφρον διαχώρημα, ὑδατόχλοον ἴσχον ὑπόστασιν, πονηρόν; πονηρὸν δὲ καὶ τὸ πυῶδες· καὶ τὸ μέλαν αἱματῶδες, πονηρὸν σὺν πυρετῷ καὶ ἄλλως· καὶ τὸ ποικίλον κατακορὲς διαχώρημα, φλαῦρον, καὶ χεῖρον ὅσῳ φοβερώτερον τῇ χροιῇ, πλὴν ἐν φαρμακείησιν, ἐν δὲ ταύτῃσιν ἀκίνδυνον μὴ πλήθει ὑπερβάλλον· καὶ τὸ ψαφαρὸν μαλθακὸν ἐν πυρετῷ διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ξηρὸν, ψαφαρὸν, ἄχλοον, καὶ ἄλλως καὶ ἢν κοιλίην καθυγραίνῃ· μελάνων δὲ προδιελθόντων, κτείνει. 597. Ὑγρὸν διαχώρημα καὶ ἀθρόον κατὰ μικρὸν, κακόν· τὸ μὲν γὰρ ἀγρυπνίην, τὸ δὲ ἔκλυσιν τάχ᾿ ἂν ποιήσῃ. 598. Ἔνυγρον ὑποψάφαρον διαχώρημα περιψυχόμενον μὴ ἀπύρῳ, φλαῦρον· τὰ ἐπὶ τούτοισι ῥίγεα κύστιν, κοιλίην ἐπιλαμβάνει.
724
599. Ὑδατῶδες δὲ σφόδρα διαχώρημα μὴ παυόμενον ἐν ὀξέσι, κακὸν, καὶ μᾶλλον εἰ καὶ ἀδιψήσει. 600. Ἐξέρυθρον ἐν περιπλύσει διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ σφόδρα χλωρὸν, ἢ λευκὸν, ἢ ἀφρῶδες, ἢ ὑδαρές· καὶ τὸ μικρόν τε καὶ γλίσχρον, καὶ λεῖον καὶ ὑπόχλωρον, κακόν· καὶ τὸ κωματώδεσι νενωθρευμένοισιν ὑγρὸν διαχώρημα, κάκιστον· θανατῶδες δὲ καὶ αἱμοῤῥοεῖν αἱματῶδες πολὺ θρομβῶδες· λευκόν τε καὶ ὑγρὸν μετὰ κοιλίης μετεώρου. 601. Διαχώρημα μέλαν οἷον αἷμα, καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ, πονηρόν· πονηρὸν δὲ καὶ πάντα τὰ ποικίλα· καὶ τὰ κατακορέα πονηρά. 602. Τὰ ἐς ἀφρώδεα ἄκρητα τελευτῶντα διαχωρήματα, παροξυντικὰ μὲν πᾶσι, τοῖσι δὲ σπασμώδεσι καὶ πάνυ· ἐκ τοιούτων τὰ παρ᾿ οὖς ἀνίσταται· τὰ δὲ ἐξυγραινόμενα καὶ πάλιν συνιστάμενα, ἄκρητα, κοπρώδεα, μῆκος νούσου σημαίνει· τὸ δὲ ἐξέρυθρον ἐν πυρετῷ, παρακοπήν· τὸ δὲ λευκὸν κοπρῶδες ἰκτέρῳ, δύσκολον· τὸ δὲ ὑγρὸν ἐν τῷ τεθῆναι λαβὸν ἔρευθος, αἱμοῤῥαγέσι. 603. Γλίσχρον διαχώρημα μέλασι διαποίκιλον, κακόηθες, μάλιστα δὲ ἐκλεύκοις. 604. Ἔκλευκον διαχώρημα ἐν πυρετῷ, οὐκ εὐκρινές. 605. Κοιλίη ταραχώδῃς σμικρῇσι πυκνῇσιν ἀναστάσεσι, σιηγόνας ἐντείνει· λύει δὲ καὶ ἐπὶ προσώπου γενόμενα ἐρυθήματα. 606. Κοπρώδης μετὰ τόνου διαχώρησις, κοιλίης πονηρίην σημαίνει· φλεγματώδης δὲ ὀξέως μετὰ καρδιωγμοῦ, δυσεντερίην, τάχα δὲ καὶ ὀσφυαλγίην· τοῖσι τοιούτοισι κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ
726
χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες· τὸ ἐπιῤῥιγοῦν τούτοισιν ὀλέθριον. 607. Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς. 608. Οἷσι κοιλίη κατ᾿ ἀρχὰς ταράσσεται, τὰ δὲ οὖρα μικρὰ, προαγόντων κοιλίη μὲν ξηραίνεται, τὸ δ᾿ οὖρον πληθύει λεπτὸν. τούτοισιν ἀποστάσιες ἐς ἄρθρα. 609. Αἱ κατὰ μικρὰ ἀναστάσιες, ῥιγώδεες, καὶ οἷς φλαῦρον διαχώρημα, δυσκολώτατον τεταρταίοισιν ἀρχόμενον. 610. Αἱ πυκναὶ κατὰ μικρὰ ἀναστάσιες ὑπόγλισχροι, ἔχουσαι μικρὰ κοπρώδεα, μεθ᾿ ὑποχονδρίου καὶ πλευροῦ ἀλγήματος, ἰκτερώδεες· ἆρα, ἐπιστάντων, οὗτοι ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥοεῖν τούτους· τὰ δ᾿ ἐς ὀσφὺν ἀλγήματα ἐν τούτοισιν αἱμοῤῥοεῖ. 611. Οἷσιν αἷμα διαχωρέει λαμπρὸν μετὰ κάρου καὶ κεφαλαλγίης, τὸ ἐπιχλιαίνεσθαι, ὀλέθριον. 612. Τὰ γλίσχρα χολώδεα μᾶλλόν τι τὰς ἀποστάσιας παρ᾿ οὖς ποιέει. 613. Ὅσα, κοιλίης καθυγραινομένης, οἰδήματα μετεωρίζεται μετὰ ἀλγημάτων, κακόν· κοιλίης δ᾿ ἐπιστάσης, ἄλλου δέ τινος μὴ νεωτερισθέντος, ταχέως καταῤῥήγνυται, καὶ κακοηθέστερον· τὰ ἐμούμενα ἐπὶ τούτοισι, πονηρὰ καὶ θηριώδεα. 614. Οἷσιν ἐπὶ φλογώδεσι καὶ ἐξερύθροις λυομένοις δυσῶδες, λάβρον, ὑπέρυθρον, ἐλπὶς ἐκμανῆναι. 615. Ὁ αὐχμώδης χρὼς σημαίνει κοιλίην πονηρευομένην· ἐπὶ τούτοισιν ἐξέρυθρα
728
σαρκόπυα μάλιστα δίεισιν. 616. Ἐπὶ κοιλίην χολώδη, μαλθακὴν, κοπρώδη, κώματα ἐπιφανέντα παρ᾿ οὖς ἔπαρμα ποιέει. 617. Χολώδεα διαχωρήματα κώφωσις παύει· κώφωσιν δὲ παύει χολῶδες διαχώρημα. 618. Τὰ ἑρπυστικὰ ὑπεράνω βουβῶνος, πρὸς κενεῶνα καὶ ἥβην γινόμενα, σημαίνει κοιλίην πονηρευομένην. 619. Ἔκλυσις ὀδύνην λύουσα, κοιλίην μάλα καθυγραίνει. 620. Τὰ καθ᾿ ἕδρην ὀδυνώδεα ἐκπυήματα κοιλίην ἐπιταράσσει. 621. Θανατώδεά ἐστι τῶν διαχωρημάτων τὸ λιπαρὸν, καὶ τὸ μέλαν, καὶ τὸ πελιὸν μετὰ δυσωδίης, καὶ τὸ χολῶδες ἔχον ἐν ἑωυτῷ φακῶν ἢ ἐρεβίνθων ἐρίγμασι παραπλήσια, ἢ οἷον θρόμβους αἵματος εὐανθεῖς, κατὰ τὴν ὀδμὴν ὅμοιον τῷ τῶν νηπίων, καὶ τὸ ποικίλον, τὸ δ᾿ αὐτὸ καὶ χρόνιον· γίνοιτο δ᾿ ἂν τοιοῦτον αἱματῶδες, ξυσματῶδες, χολῶδες, μέλαν, πρασοειδὲς, καὶ ὁμοῦ καὶ ἐναλλάξ. Θανατῶδες δὲ καὶ πᾶν ἐστι τὸ ἀναισθήτως διεξιόν. 622. Ποτὸν χαλεπῶς καταβρογχίζοντι, πνεύματι βηχώδει, ἐρευγμὸς ὑποσπώμενος, εἴσω κατειλούμενος, σημαίνει πόνον κοιλίης. 623. Πονηρὸν δὲ καὶ ἐξερυθρώδεα τεταρταίοισι, καὶ αἱ τοιαῦται αἱμόῤῥοιαι, κωματώδεες· ἐκ τούτων σπασμῷ τελευτῶσι, μελάνων προδιελθόντων. 624. Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς. 625. Αἱ ἐξαίφνης παράλογοι ἐκλύσιες κοιλίης ἐν τοῖσι τετηκόσι χρονίοισιν, ἅμα ἀφωνίῃ τρομώδει, ὀλέθριοι· αἱ λεπταὶ μελάνων διαχωρήσιες αἱ φρικώδεες, βελτίους τοῖσι τοιούτοισιν· αἱ τοιαῦται ὠφελοῦσι μάλιστα κατὰ τὴν ἡλικίην, ᾗ προακμάζουσιν. 626. Πᾶσι τὰ κνησμώδεα μελάνων διαχώρησιν σημαίνει καὶ ἔμετον θρομβώδεα· καὶ τρομώδεα σὺν
730
δηγμῷ μετὰ κεφαλαλγίης, τὰ μέλανα διαχωρήματα· πρὸ τῶν τοιούτων ἔμετος διέρχεται, καὶ ἐμέσασι συχνὰ τοιαῦτα προσκατασπᾶται. 627. Οἷσι δὲ ἐπὶ ταραχῆς κοιλίης παροξύνεται περὶ κρίσιν, κάτω μέλανα διέρχεται. 628. Ἐπὶ κοιλίῃ μακρῇ, ἐμετώδεσι, χολώδεσιν, ἀποσίτοις, ἱδρὼς πολὺς μετὰ ἀδυναμίης ἐξαπίνης κτείνει. 629. Ἐν φαρμακείῃσιν ἐν περιῤῥῷ λεπτὸν συχνῶς αἷμα ἐκτηκόμενον, φλαῦρον. 630. Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσιν ἅμα φρικώδεσιν, ἀποσίτοις, σμικρὰ ἐφυγραινομένης κοιλίης κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει. 631. Ἅμα πυρετῷ κοιλίη ταραχώδης τρόπον ἁλμυρώδεα, κωματώδεσι νωθροῖς οὐ πάνυ παρέπεται. 632. Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπιώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἐξερύθρῳ χρώματι λυομένους ἐλπὶς ἐκμανῆναι. 633. Ἢν δύσπνοοι ἔωσι, πρὸς τὸ ἐκχλοιοῦσθαι εὔπνοον ἄσιτόν τε, κοιλίης ἐπεισελθούσης. 634. Τὰ καυματώδεα
732
διαχωρήματα τόνον ἴσχοντα, κοιλίην πονηρευομένην σημαίνει. 635. Τοῖσι χολώδεσι κοιλίη ταραχώδης, μικρὰ πυκνὰ διαδιδοῦσα τονώδεα μικροῖσι μυξώδεσι, πόνον περὶ τὸ λεπτὸν ποιέουσι, καὶ οὖρον οὐκ εὐλύτως ἰὸν, ἐς ὕδρωπα ἐκ τοιούτων ἀποτελευτᾷ. 636. Αἱ τρομώδεες γλῶσσαι, σημεῖον ἐνίοισι κοιλίης καταῤῥαγησομένης. 637. Οἷσι καῦμα γίνεται, ἐπάφρων διελθόντων, πυρετὸς παροξύνεται. 638. Ἐπὶ κοιλίῃσιν ὑγρῇσι κατάψυξις μεθ᾿ ἱδρῶτος, φλαῦρον. 639. Ἐπὶ κοιλίῃσι ὑγρῇσι τὰ ἀπὸ οὔλων αἵματα ἐπιῤῥυέντα, θανατῶδες. 640. Διαχώρημα καθαρὸν ἐπιγενόμενον, λύει πυρετὸν ὀξὺν μεθ᾿ ἱδρῶτος.