Coa praesagia

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

XVI. 298. Ὑπὲρ ὀμφαλὸν πόνος, καὶ ὀσφύος ἄλγημα, φαρμακείη μὴ λυόμενα, ἐς ὑδρωπιῶδες ξηρὸν ἀποτελευτᾷ. 299. Τὰ ἐξ ὀσφύος ἀλγήματα, χρονιώτερα, πυρετῷ παροξυνόμενα τριταιογενῶς, ποιέει τὰ θρομβώδεα αἵματα διαχωρέειν. 300. Τὰ ἐν ὀσφύϊ ἀλγήματα, αἱμοῤῥοϊκά. 301. Αἱ ἐξ ὀσφύος ἀλγήματος αἱμόῤῥοιαι, λαῦραι. 302. Οἷσιν ἐξ ὀσφύος ἀλγήματος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρες ναρκώδεες, καὶ καρδιαλγικὰ, καὶ ἠχώδεα, αἱμοῤῥαγικὰ λάβρως, καὶ κοιλίαι καταῤῥήγνυνται τούτοισι, καὶ γνῶμαι ταραχώδεες ἐπιπολύ. 303. Αἱ ἐκ νώτου ἀλγήματος ἀῤῥωστίης ἀρχαὶ, δύσκολοι. 304. Ἐν ὀσφύος ἀλγήματι συντόνῳ καὶ ὑποφορῇ πλέονι, ἀπ᾿ ἐλλεβόρου ἐμέσαι ἀφρώδεα συχνὰ, ὠφελεῖ. 305. Ῥάχιος διαστροφὴν καὶ δύσπνοιαν αἵματος ῥύσις λύει. 306. Ἐν ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσελθόντα, σημεῖα αἱμοῤῥοώδεα, ἢ καὶ προγεγενημένα. 307. Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύοντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρα καὶ λύεται τὰ

652
τοιαῦτα σπασμοῖσιν; ἢ τῶν τοιούτων κοιλίαι νοσέουσι, διὰ τῶν αὐτῶν ἰόντων; 308. Ἐξ ὀσφύος ἀναδρομὴ πόνου, ὀφθαλμῶν ἴλλωσις, κακόν. 309. Πόνος ἐς στῆθος ἱδρυνθεὶς νωθρότητι, κακόν· ἐπὶ πυρετῷ οὗτοι ὀξέως ἀπόλλυνται. 310. Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέοντες λεπτὰ, ὑδατώδεα, παρενεχθέντες ἄφωνοι, ἐμέσαντες μέλανα, τελευτῶσιν. 311. Τὰ κατ᾿ ὀσφὺν καὶ τὸ λεπτὸν χρόνια ἀλγήματα, καὶ πρὸς ὑποχόνδρια πόνοι, ἀπόσιτοι, ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπον σπασμώδεα. 312. Οἷσιν ὀσφύος ἄλγημα, οὗτοι κακοί· ἆρα τούτοισι τρομώδεα γίνεται, καὶ φωνὴ δ᾿ ὡς ἐν ῥίγει; 313. Ἆρα τοῖς ὐσφυαλγέσιν, ἀσώδεσιν, ἀνημέτοισιν, ὀλίγα θρασέως παρακρούσασιν, ἐλπὶς μέλανα διελθεῖν; 314. Ὀσφύος πόνος, καρδιαλγικῷ, μετὰ ἀναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες. 315. Ὑπάφωνον ἅμα κρίσει ῥῖγος. 316. Ὀσφύος ἄλγημα, ἄνευ προφάσιος πυκνὰ ἐπιφοιτέον, κακοήθεος ἀῤῥωστίης σημεῖον. 317. Ὀσφύος ἄλγημα μετὰ καύματος ἀσώδεος, πονηρόν. 318. Ὀσφύος σύντασις ἐκ γυναικείων πλήθεος, ἐκπυητικόν· καὶ τὰ ποικίλως ἰόντα, γλίσχρα, δυσώδεα, πνιγώδεα, ἐπὶ τοῖσι προειρημένοισιν, ἐκπυητικόν· οἶμαι δὲ καὶ παρακρούειν τι τὰς τοιαύτας. 319. Οἷσιν ὀσφύος ἄλγημα καὶ πλευροῦ ἄνευ προφάσιος, ἰκτεριώδεες γίνονται.

XVII. 320. Αἱ ἐν κρισίμοισιν ἐκ τῶν αἱμοῤῥαγιῶν περιψύξιες νεανικαὶ, κάκισται. 321. Τὸ ἀνάπαλιν αἱμοῤῥαγέειν, πονηρὸν,

654
ἐπὶ σπληνὶ μεγάλῳ ἐκ τῶν δεξιῶν· καὶ κατὰ ὑποχόνδρια ὡσαύτως. 322. Τὰ αἱμοῤῥαγεῦντα, ἐπιῤῥιγοῦντα τρώματα, κακοήθεα· διαλεγόμενοι λαθραίως τελευτῶσιν. 323. Τὰ πεμπταῖα αἱμοῤῥαγοῦντα λάβρως, ἕκτῃ ἐπιῤῥιγώσαντα, ἑβδόμῃ περιψυχθέντα, ἀναθερμανθέντα ὀξέως, τούτοισι κοιλίαι πονηρεύονται. 324. Μεθ᾿ αἱμοῤῥαγίην μελάνων διαχώρησις, κακόν· πονηρὸν δὲ καὶ τὰ ἐξερυθρώδεα· τεταρταίοισιν αἱ τοιαῦται αἱμοῤῥαγίαι· κωματωδεες, ἐκ τοιούτων σπασθέντες θνήσκουσι, μελάνων προδιελθόντων, καὶ κοιλίης ἐπαρθείσης. 325. Μεθ᾿ αἱμοῤῥοίας καὶ μελάνων διαχωρήσιας ἐν ὀξεῖ κώφωσις, κακόν· αἵματος διαχώρησις τούτοισιν ὀλέθριον, κώφωσιν δὲ λύει. 326. Οἷσιν αἱμοῤῥαγίαι πλείους, προϊόντος χρόνου, κοιλίαι πονηρεύονται, ἢν μὴ οὖρον πέπον ἔλθῃ· ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει; 327. Οἷσιν ἐπὶ αἱμοῤῥαγίῃ λάβρῳ πυκνῇ μετὰ μελάνων συχνὴ διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥοεῖ, οὗτοι κοιλίας ὀδυνώδεες, ἅμα δέ τισι φύσῃσιν εὔφοροι· ἆρα οἱ τοιοῦτοι ἐφιδροῦσι πολλοῖσι ψυχροῖσιν; τὸ ἀνατεταραγμένον οὖρον ἐν τούτοισιν οὐ πονηρὸν, οὐδὲ τὸ ἐφιστάμενον γονοειδές· ἐπιπολὺ δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν. 328. Οἷσιν ἐκ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρότητι μικρὰ ἀποστάζει, ἔχει τι δύσκολον· ἔμετος τούτοισι συμφέρει καὶ κοιλίης ταραχή. 329. Αἱ ἐν ἀρχῇσι μεγάλαι αἱμοῤῥαγίαι περὶ ἀνακομιδὴν κοιλίας καθυγραίνουσιν. 330. Τὰ ἐκ ῥινῶν λάβρα βίῃ ἀποληφθέντα, ἔστιν ὅτε σπασμὸν ἐπικαλεῖται,
656
φλεβοτομίη λύει. 331. Αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν δὶς ἐπιστάξῃ. 322. Ἐπὶ αἵματος ῥύσει πολλῇ, ἢ λυγμὸς ἢ σπασμὸς, κακόν. 333. Τοῖσι νέοις ἐτῶν ἑπτὰ ἀδυναμίη μετὰ ἀχροίης, καὶ πνεῦμα ἁλιζόμενον ἐν τῇσιν ὁδοῖσι, καὶ γῆς ἐπιθυμίη, αἵματος φθορὴν καὶ ἔκλυσιν σημαίνει. 334. Ἐν τοῖσι μακροῖσι τὰ μικρὰ ἐπιφαινόμενα αἱμοῤῥοώδεα, ὀλέθρια. 335. Τὰ σκοτώδεα ἐξ ἀρχῆς αἱμοῤῥοίη ῥινὸς λύει. 336. Τὰ ἐκ ῥινῶν σμικροῖς ἱδρῶσι περιψυχόμενα, κακοήθεα. 337. Αἵματος ἀφαίρεσις ἐν καταψύξει νενωθρευμένῃ, κακόν. 338. Ὅσοι, κοιλίης ἐπιστάσης, αἱμοῤῥοέουσι, καὶ ἐπιῤῥιγοῦσιν ἅμα τῷ αἱμοῤῥοεῖν, τούτοισι κοιλίην λειεντεριώδεα ποιέει καὶ ἐπίσκληρον, καὶ ἀσκαρίδας, ἢ ἀμφότερα. 339. Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥοώδεα, διψώδεα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικῶς θνήσκει. 340. Ἐξ αἱμοῤῥοΐδος ὅσον ἐπιφανείσης σκοτώδεα ἐλθόντα, παραπληγικὸν μικρὸν καὶ ἐπ᾿ ὀλίγον σημαίνει· λύει φλεβοτομίη· καὶ πᾶν τὸ οὕτως ἐπιφαινόμενον κακόν τι σημαίνει.

XVIII. 341. Οἱ παλμώδεες δι᾿ ὅλου, ἆρα καὶ ἄφωνοι τελευτῶσιν; 342. Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδροῦσι, φιλυπόστροφα· τούτοισι κρίσις ἐπιῤῥιγώσσιν· ἐπιῤῥιγέουσι δ᾿ οὗτοι ἐπὶ κοιλίην καύματι προκληθέντες· ὕπνος πουλὺς ἐν τούτοισι, σπασμῶδες,

658
καὶ τὰ ἐς μέτωπον βάρεα, καὶ οὔρησις δυσκολαίνουσα. 343. Οἱ ἐν ὑστερικοῖσιν ἄπυροι σπασμοὶ, εὐχερεῖς. 344. Τὰ σπασμώδεα, ἀνιδρῶντι, πτύελα παραῤῤέοντα, πυρετώδει ἐόντι, εὐήθεα· τούτοισιν, ἐπεὶ κοιλίαι τι καθυγραίνονται, τάχα δέ τι καὶ ἐς ἄρθρα ἀποστήσονται. 345. Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ᾿ ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως. 346. Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως, τὰ παρ᾿ οὖς ἐπαίρει. 347. Τρομώδεσιν, ἀσώδεσι, μικρὰ τὰ παρ᾿ οὖς ἐπάρματα σπασμὸν σημαίνει, κοιλίης πονηρευομένης. 348. Τὰ σπασμώδεα καὶ τετανώδεα πυρετὸς ἐπιγενόμενος λύει. 349. Σπασμὸς ἐπὶ τρώματι, θανάσιμον. 350. Σπασμὸς ἐπὶ πυρετῷ γενόμενος, ὀλέθριον, ἥκιστα δὲ παιδίοισιν. 351. Οἱ πρεσβύτεροι ἑπτὰ ἐτέων ἐν πυρετῷ οὐχ ἁλίσκονται ὑπὸ σπασμοῦ· εἰ δὲ μὴ, ὀλέθριον. 352. Σπασμοῦ λυτικὸν πυρετὸς ἐπιγενόμενος ὀξὺς, μὴ πρότερον γεγονώς· εἰ δὲ εἴη πρότερον γεγονὼς, παροξυνθείς· ὠφελέει δὲ καὶ οὔρου διέξοδος ὑαλοειδὴς πολλὴ, καὶ ῥύσις κοιλίης, καὶ ὕπνοι· τῶν δὲ ἐξαπίνης σπασμῶν λυτικὸν, πυρετὸς, κοιλίης ῥύσις. 353. Ἐν τοῖσι σπασμοῖσιν ἀναυδίη ἐπὶ πολὺ, κακόν· τὸ δὲ ἐπὶ μικρὸν, ἤτοι γλώσσης ἀποπληξίην, ἢ βραχίονος, καὶ τῶν ἐπὶ δεξιὰ σημαίνει· λύεται δὲ οὔροισιν ἐξαπίνης ἐλθοῦσι, πολλοῖσιν, ἀθρόοισιν. 354. Ἱδρῶτες δὲ, οἱ μὲν κατὰ μικρὸν, ὠφελέουσιν· οἱ δὲ ἀθρόοι, καὶ αἱ τῶν αἱμάτων ἀφαιρέσιες αἱ ἀθρόοι, βλάπτουσιν. 355. Ἐν τοῖσι τετάνοισι καὶ ὀπισθοτόνοισι γένυες λυόμεναι,
660
θανάσιμον· θανάσιμον δὲ καὶ ἱδροῦν ἐν ὀπισθοτόνῳ καὶ τὸ σῶμα διαλύεσθαι, καὶ ἀνεμεῖν ὀπισθοτόνῳ διὰ ῥινῶν, ἢ ἐξ ἀρχῆς ἄφωνον ἐόντα βοᾷν ἢ φλυηρεῖν· ἐς γὰρ τὴν ὑστεραίην θάνατον σημαίνει. 356. Πυρετώδεα ὀπισθοτονώδεα γονοειδέες οὐρήσιες λύουσιν.

XIX. 357. Τὰ κυναγχικὰ τὰ μήτε ἐν τῷ τραχήλῳ μήτε ἐν τῇ φάρυγγι μηδὲν εὔδηλον ποιέοντα, πνιγμὸν δὲ νεανικὸν καὶ δύσπνοιαν παρέχοντα, αὐθημέρους καὶ τριταίους κτείνει. 358. Τὰ δὲ ἐπάρματα καὶ ἔρευθος ἐν τῷ τραχήλῳ λαμβάνοντα, τὰ μὲν λοιπὰ παραπλήσια, χρονιώτερα δέ. 359. Ὅσοισι δὲ συνεξερευθείη ἥ τε φάρυγξ καὶ ὁ αὐχὴν καὶ τὸ στῆθος, χρονιώτερα· καὶ μάλιστα ἐξ αὐτῶν σώζονται, ἢν μὴ παλινδρομέῃ τὰ ἐρυθήματα· ἢν δὲ ἀφανίζηται, μήτε φύματος συστραφέντος ἔξω, μήτε πύου ἀναχρεμπτομένου πρηέως καὶ ἀπόνως, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὀλέθρια γίνεται· ἆρά γε ἔμπυοι γίνονται; ἀσφαλέστατον δὲ τὸ ἔρευθος καὶ τὰς ἀποστάσιας ὅτι μάλιστα ἔξω τρέπεσθαι. 360. Ἐρυσίπελας δὲ ἔξωθεν μὲν ἐπιγίνεσθαι, χρήσιμον· εἴσω δὲ τρέπεσθαι, θανάσιμον· τρέπεται δὲ, ὅταν, ἀφανιζομένου τοῦ ἐρυθήματος, βαρύνηται τὸ στῆθος, καὶ δυσπνοώτερος γίνηται. 361. Οἷς δὲ κυνάγχη ἐς τὸν πλεύμονα τρέπεται, οἱ μὲν ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται· οἱ δὲ διαφυγόντες ἔμπυοι γίνονται, μὴ γινομένης αὐτοῖς ἀναγωγῆς φλεγματώδεος. 362. Οἷσι διὰ σφοδρότητος σφυγμοῦ κόπριον ἐξαπίνης διαχωρέει, θανάσιμον. 363. Ἐν τοῖσι κυναγχικοῖσι τὰ ὑπόξηρα πτύσματα ἰσχνῶν, κακόν. 364. Τὰ κυναγχικὰ ἐν γλώσσαις οἰδήματα, ἀσήμως ἀφανιζόμενα, ὀλέθρια· καὶ τὰ ἀλγήματα

662
ἀφανιζόμενα χωρὶς προφάσιος, ὀλέθρια. 365. Ἐν τοῖσι κυναγχικοῖσιν οἱ μὴ ταχὺ ἀναπτύοντες πέπονα, ὀλέθριοι. 366. Ἐν κυνάγχῃ ἀσήμως εἰς κεφαλὴν ἀλγήματα μετὰ πυρετοῦ, ὀλέθρια. 367. Ἐν κυνάγχῃ ἀσήμως ἐς σκέλη ἀλγήματα μετὰ πυρετοῦ, ὀλέθρια. 368. Ἐκ κυναγχικῶν ἀκρίτως ὑποχονδρίου ἄλγημα, μετὰ ἀκρασίης καὶ νωθρότητος γενόμενον, κτείνει λαθραίως, εἰ καὶ πάνυ δοκοῖεν ἐπιεικῶς ἔχειν. 369. Ἐκ κυναγχικῶν ἀσήμως ἰσχνανθέντων ἐς στῆθος ἄλγημα καὶ ἐς κοιλίην ἐλθὸν σύντονον, ποιέει πυῶδες διαχωρέειν, ἄλλως καὶ λυομένου τὸ τοιοῦτον. 370. Ἐκ κυναγχικῶν πάντα ὀλέθρια, ὅσα μὴ ἔκδηλον ἐποίησεν ἄλγημα· ἀτὰρ καὶ ἐς σκέλεα ἀλγήματα χρόνια φοιτᾷ, καὶ ἐκπυοῦται δυσκόλως. 371. Τὰ ἐκ κυνάγχης πτύαλα γλίσχρα, παχέα, ἔκλευκα, βιαίως ἀναγόμενα, κακὸν, καὶ πᾶς ὁ τοιοῦτος πεπασμὸς, κακόν· κάθαρσις πολλὴ κάτω τοὺς τοιούτους παραπληκτικῶς ἀπόλλυσιν. 372. Ἐκ κυνάγχης ὑπόξηρα πυκνὰ πτύελα, βηχώδεα, πλευροῦ ὀδυνώδεα, ὀλέθρια· καὶ τὰ ἐν τοῖσι ποτοῖσιν ὑποβήσσοντα, καὶ κατάποσις βιαία, πονηρόν.

ΧΧ. 373. Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ πάμπυοι αἱ πτύσιες, τριταῖοι θνήσκουσιν, ἢ πεμπταῖοι· φυγόντες δὲ ταύτας, μὴ πολὺ ῥᾷον ἔχοντες, τῇ ἑβδόμῃ, ἢ ἐννάτῃ, ἢ ἑνδεκάτῃ, ἄρχονται ἐμπυοῦσθαι. 374. Οἷσι δὲ ἐν νώτῳ ἔρευθος, τῶν πλευριτικῶν,

664
καὶ ὦμοι θερμαίνονται, καὶ κοιλίη ταράσσεται χολώδεα καὶ δυσώδεα, εἰκοστῇ καὶ μιῇ κινδυνεύουσι, φυγόντες δὲ ταύτας σώζονται. 375. Αἱ ξηραὶ τῶν πλευριτίδων καὶ ἄπτυστοι, χαλεπώταται· φοβεραὶ δὲ, ἐν οἷσιν ἄνω τὰ ἀλγήματα. 376. Αἱ ἄνευ σπασμάτων πλευρίτιδες χαλεπώτεραι τῶν μετὰ σπασμάτων. 377. Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ γλῶσσα χολώδης γίνεται, ἑβδομαῖοι κρίνονται· οἷσι δὲ τρίτῃ ἢ τετάρτῃ, περὶ τὴν ἐννάτην. 378. Πομφόλυγος δὲ ὑποπελίου γινομένης ἐπὶ τῆς γλώσσης ἐν ἀρχῇ, οἵη σιδηρίου βαφέντος ἐς ἔλαιον, χαλεπωτέρη ἡ ἀπόλυσις γίνεται, καὶ ἡ μὲν κρίσις ἐς τὴν ιδ ἀφικνεῖται· αἷμα δὲ ὡς ἐπὶ τὸ πολὺ πτύουσιν. 379. Πτύαλον δ᾿ ἐν τῇσι πλευρίτισι, τρίτῃ μὲν ἀρχόμενον πεπαίνεσθαι καὶ πτύεσθαι, θάσσους ποιέει τὰς ἀπολύσιας, ὕστερον δὲ, βραδυτέρας. 380. Τὰ δὲ ἀλγήματα τοῖσι πλευριτικοῖσι χρήσιμον κοιλίην μαλάσσεσθαι, πτύαλα χρωματίζεσθαι, ψόφους ἐν τῷ στήθει μὴ γίνεσθαι, τὸ οὖρον εὐοδεῖν· τὰ δὲ τούτων ἐναντία δυσχερέα, καὶ πτύαλον γλυκαινόμενον. 381. Αἱ δὲ χολώδεες ἅμα καὶ αἱματώδεες πλευρίτιδες,
666
ὡς ἐπὶ τὸ πολὺ κρίνονται ἐναταῖαι, ἢ ἑνδεκαταῖαι, καὶ μάλιστα ὑγιάζονται· οἷσι δὲ τῶν πλευριτικῶν ἐν ἀρχῇ μὲν οἱ πόνοι μαλθακοὶ, πέμπτῃ δὲ ἢ ἕκτῃ παροξύνονται, μᾶλλον πρὸς τὰς δυοκαίδεκα ἀφικνέονται, καὶ οὐ πάνυ σώζονται, κινδυνεύουσι δὲ μάλιστα ἑβδομαῖοι καὶ δωδεκαταῖοι, τὰς δὲ δὶς ἑπτὰ φυγόντες, σώζονται. 382. Ὅσοισι τῶν πλευριτικῶν ψόφος τοῦ πτυάλου πολὺς ἐν τῷ στήθει, καὶ πρόσωπον κατηφὲς, καὶ ὀφθαλμὸς ἰκτεριώδης καὶ ἀχλυώδης, ἀπόλλυνται. 383. Οἱ ἐκ πλευριτικοῦ ἔμπυοι γενόμενοι, ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσιν ἀναπτύουσιν ἀπὸ τῆς ῥήξιος. 384. Πτύαλον δὲ χρὴ πᾶσι τοῖσι πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν εὐπετέως τε καὶ ταχέως ἀναπτύεσθαι, μεμίχθαι τε τὸ ξανθὸν τῷ πτυάλῳ· τὸ δ᾿ ὕστερον πολλῷ τῆς ὀδύνης ἀναγόμενον ξανθὸν, ἢ μὴ μεμιγμένον, καὶ πολλὴν βῆχα παρέχον, πονηρόν· πονηρὸν δὲ πάντως καὶ τὸ ξανθὸν ἄκρητον, καὶ τὸ γλίσχρον καὶ λευκὸν, καὶ τὸ στρογγύλον, καὶ τὸ χλωρὸν σφόδρα, καὶ τὸ ἀφρῶδες, καὶ τὸ πελιῶδες καὶ ἰῶδες· χεῖρον δέ τε τὸ οὕτως ἄκρητον, ὥστε μέλαν φαίνεσθαι· αἵματι δὲ μὴ πολλῷ συμμεμιγμένον τὸ ξανθὸν, ἐν ἀρχῇ μὲν σωτήριον, ἑβδομαίῳ δ᾿ ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές· αἱματῶδες δὲ λίην, ἢ πέλιον εὐθέως ἐν ἀρχῇ, κινδυνῶδες· πονηρὰ δὲ καὶ τὰ ἀφρώδεα, καὶ τὰ ξανθὰ, καὶ μέλανα, καὶ ἰώδεα, καὶ ἰξώδεα, καὶ ὅσα ταχέως χρωματίζεται· τὰ δὲ μυξώδεα καὶ λιγνυώδεα καὶ χρωματίζεται ταχέως, καί ἐστιν ἀσφαλέστερα· τὰ δ᾿ ἐντὸς πέμπτης ἐς πέψιν χρωματιζόμενα, βελτίω. 385. Πᾶν δὲ πτύαλον μὴ λύον τὴν ὀδύνην, πονηρόν· λύον δὲ, χρήσιμον. 386. Ὅσοι δὲ μετὰ τοῦ χολώδεος
668
πυῶδες ἀνάγουσιν, ἢ χωρὶς, ἢ μεμιγμένον, ὡς ἐπιτοπολὺ τεσσαρεσκαιδεκαταῖοι θνήσκουσιν (ἢν μή τι κακὸν ἢ ἀγαθὸν ἐπιγένηται τῶν προγεγραμμένων· εἰ δὲ μὴ, κατὰ λόγον,) μάλιστα δὲ οἷσιν ἑβδομαίοισιν ἄρχεται τὸ τοιοῦτον πτύαλον. 387. Ἔστι δὲ ἀγαθὸν μὲν καὶ τούτοισι καὶ πᾶσι τοῖσι περὶ πλεύμονα, φέρειν ῥηϊδίως τὸ νούσημα, τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύαλον εὐπετέως ἀνάγειν, εὔπνοον εἶναι καὶ ἄδιψον, τὸ σῶμα ἅπαν ὁμαλῶς θερμαίνεσθαι καὶ μαλθακὸν εἶναι, καὶ πρὸς τούτοισιν ὕπνους, ἱδρῶτας, οὖρον, διαχώρησιν χρηστὴν γίνεσθαι· κακὰ δὲ τἀναντία τούτων. Εἰ μὲν οὖν πάντα προσγένοιτο τῷ πτύσματι τούτῳ τὰ χρήσιμα, σώζοιτ᾿ ἄν· εἰ δὲ τὰ μὲν, τὰ δὲ μὴ οὐ πλείους τῶν τεσσαρεσκαίδεκα βιώσας· τῶν δ᾿ ἐναντίων σημείων ἐπιγενομένων, συντομώτερον. 388. Ὅσα δὲ τῶν ἀλγημάτων ἐν τοῖσι τόποισι τούτοισι μὴ παύσηται μήτε πρὸς τὰς ἀναπτύσιας, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας, ἐμπυοῦται. 389. Ὅσοισι δὲ ἐκ περιπλευμονίης ἀποστάσιες παρ᾿ οὖς ἢ ἐς τὰ κάτω γίνονται, καὶ ἐκπυοῦσί τε, καὶ ἐκσυριγγοῦνται, περιγίνονται· γίνονται δὲ, οἷσιν ἂν ὅ τε πυρετὸς καὶ ὁ πόνος παρακολουθῇ, καὶ τὸ πτύαλον μὴ χωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ διαχωρήσιες, εὔλυτοί
670
τε καὶ ἄκρητοι γίνωνται, μηδὲ οὖρον παχύ τε σφόδρα καὶ πολλὴν ὑπόστασιν ἔχον, τά τε ἄλλα σωτηρίως ἔχοιεν· γίνονται δὲ, αἱ μὲν ἐς τὰ κάτω, οἷσιν ἂν περὶ ὑποχόνδρια φλεγμονὴ γίνηται, αἱ δὲ ἐς τὰ ἄνω, οἷσιν ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον ᾖ, δύσπνοοι δέ τινα χρόνον γενόμενοι παύσωνται χωρὶς προφάσιος. 390. Αἱ δὲ ἐς τὰ σκέλεα τῶν ἀποστασίων ἐν τῇσιν ἐπικινδύνοισι περιπλευμονίῃσι, λυσιτελέες μὲν πᾶσαι, βέλτισται δὲ αἱ τοῦ πτυέλου πυώδεος ἀντὶ ξανθοῦ γενομένου· μὴ χωρέοντος δὲ τοῦ πτυέλου κατὰ λόγον, μηδὲ τοῦ οὔρου χρηστὴν ὑπόστασιν ἔχοντος, κίνδυνος χωλωθῆναι τὸν ἄνθρωπον, ἢ καὶ πολλὰ πρήγματα παρασχεῖν· ἢν δὲ παλινδρομέωσιν αἱ ἀποστάσιες, πυρετοῦ παρακολουθοῦντος, καὶ τοῦ πτυάλου μὴ χωρέοντος, κίνδυνος θανεῖν καὶ παραφρονῆσαι. Ὅσοι δὲ τῶν περιπλευμονικῶν μὴ ἀνεκαθάρθησαν ἐν τῇσι κυρίῃσιν ἡμέρῃσιν, ἀλλὰ παρακόψαντες διέφυγον τὰς τεσσαρεσκαίδεκα, κίνδυνος ἐμπύους γενέσθαι. 391. Τῶν περιπλευμονιῶν αἱ ἐκ πλευριτικοῦ μεταστᾶσαι, τῶν ἐξ ἀρχῆς γενομένων ἀσφαλέστεραι. 392. Τῶν δὲ σωμάτων τὰ γεγυμνασμένα καὶ πυκνὰ θᾶσσον ὑπὸ τῶν πλευριτικῶν καὶ περιπλευμονικῶν ἀπόλλυνται τῶν ἀγυμνάστων. 393. Κορύζας καὶ πταρμοὺς τοῖσι περὶ πλεύμονα καὶ προγενέσθαι καὶ ἐπιγενέσθαι, πονηρόν· τοῖσι δὲ λοιποῖσι πταρμὸς οὐκ ἀλυσιτελής. 394. Τοῖσι περιπλευμονικοῖσιν, οἷσι γλῶσσα πᾶσα λευκὴ καὶ τρηχεῖα γίνεται, ἀμφότερα φλεγμαίνει τὰ μέρεα τοῦ πλεύμονος· οἷσι δὲ τὸ ἥμισυ, ἓν καθ᾿ ὃ φαίνεται· καὶ οἷσι μὲν πρὸς τὴν μίαν κληῗδα ὁ πόνος γίνεται, ἡ ἄνω πτέρυξ τοῦ πλεύμονος ἡ μία νοσέει· οἷσι δὲ
672
πρὸς ἄμφω τὰς κληῗδας ὁ πόνος γίνεται, αἱ ἄνω πτέρυγες τοῦ πλεύμονος ἄμφω νοσέουσιν· οἷσι δὲ κατὰ μέσην τὴν πλευρὴν, ἡ μέση· οἷσι δὲ πρὸς τὴν διάτασιν, ἡ κάτω· οἷσι δὲ πᾶν τὸ ἓν μέρος πονέει, πάντα τὰ κατὰ τοῦτο μέρος νοσέει. Ἢν μὲν οὖν σφόδρα φλεγμαίνωσιν αἱ ἀορταὶ, ὥστε προσκαθῆσθαι πρὸς τὸ πλευρὸν, παραλύονται τὸ κατὰ τοῦτο τὸ μέρος τοῦ σώματος, καὶ πελιώματα περὶ τὴν πλευρὴν ἔξω γίνεται, τούτους δὲ ἐκάλεον οἱ ἀρχαῖοι βλητούς· ἢν δὲ μὴ σφόδρα φλεγμαίνωσιν, ὥστε μὴ προσκαθῆσθαι, ἀλγηδὼν μὲν γίνεται παρ᾿ ὅλον, οὐ μὴν παραλύονταί γε, οὐδὲ πελιώματα ἴσχουσιν. 395. Οἷσι δ᾿ ἅπας ὁ πλεύμων φλεγμήνῃ μετὰ τῆς καρδίης, ὥστε καὶ προσπεσεῖν πρὸς τὴν πλευρὴν, παραλύεται πᾶς ὁ νοσέων, καὶ κεῖται ψυχρὸς ὁ νοσέων ἀναίσθητος· θνήσκει δὲ δευτεραῖος ἢ τριταῖος· ἢν δὲ καὶ χωρὶς τῆς καρδίης συμβῇ καὶ ἧσσον, πλείονα χρόνον ζῶσιν, ἔνιοι δὲ καὶ διασώζονται. 396. Τοῖσιν ἐμπύοις γινομένοισι, μάλιστα δὲ ἐκ πλευριτικοῦ καὶ περιπλευμονικοῦ, θέρμαι παρακολουθοῦσι, τὴν μὲν ἡμέρην λεπταὶ, τὴν δὲ νύκτα συντονώτεραι, καὶ πτύουσιν οὐδὲν ἄξιον λόγου, ἱδροῦσί τε περὶ τράχηλον καὶ κληῗδα, καὶ τοὺς μὲν ὀφθαλμοὺς κοιλαίνονται, τὰς δὲ νάθους ἐρεύθονται, χειρῶν δὲ θερμαίνονται μὲν δακτύλους ἄκρους καὶ τραχύνονται, γρυποῦνται δὲ ὄνυχας, καὶ καταψύχονται, περί τε τοὺς πόδας ἐπάρματα ἴσχουσι, καὶ κατὰ τὸ σῶμα φλυκταινίδια, σίτων τε ἀφίστανται. Τὰ μὲν οὖν χρονίζοντα τῶν ἐμπυημάτων ἴσχει τὰ σημεῖα ταῦτα. Τὰ δὲ συντόμως ῥηγνύμενα σημειοῦσθαι τούτων
674
τε τοῖσιν ἐπιγενομένοισι, καὶ τοῖσιν ἐν ἀρχῇ πόνοισι, ἅμα δὲ καὶ ἤν τι δυσπνοώτερος γίνηται· ῥήγνυται δὲ τὰ πλεῖστα τῶν ἐμπυημάτων, τὰ μὲν εἰκοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ πρὸς τὰς ἑξήκοντα. Οἷσι μὲν οὖν ὁ πόνος ἐν ἀρχῇ ἔγκειται σύντονος καὶ δύσπνοια καὶ βὴξ μετὰ πτυαλισμοῦ, πρὸς τὰς εἴκοσιν ἢ συντομώ τερον προσδέχου τὴν ῥῆξιν· οἷσι δὲ ἐλαφρότερα ταῦτά ἐστι, κατὰ λόγον. Λογίζεσθαι δὲ τὸν χρόνον, ἀφ᾿ οὗ πρῶτον ἤλγησεν, εἰ ἐβαρύνθη, εἰ ἐπύρεξεν, ἢ εἴ ποτε ῥῖγος ἔλαβεν· προγίνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς ῥήξιος. Οἶσι μὲν οὖν ὅ τε πυρετὸς εὐθέως ἀπογίνεται μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ἐπιθυμέουσι, καὶ τὸ πῦον ἀνάγεται ῥηϊδίως λευκὸν ἐὸν καὶ ἄνοσμον καὶ λεῖον καὶ ὁμόχροον καὶ ἀφλέγμαντον, κοιλίη τε μικρὰ συνεστηκότα ὑποχωρέει, ὡς ἐπὶ τὸ πουλὺ σώζονται συντόμως. Οἷσι δὲ πυρετοί τε παρακολουθοῦσι καὶ δίψα καὶ ἀποσιτίη, καὶ τὸ πῦον πελιὸν ἢ χλωρὸν ἢ φλεγματῶδες ἢ ἀφρῶδες, κοιλίη τε ἐφυγραίνεται, τελευτῶσιν. Οἷσι δὲ τὰ μὲν ἐπιγίνεται ἐκ τῶν προειρημένων, τὰ δὲ μὴ, τούτων οἱ μὲν ἀποθνήσκουσιν, οἱ δὲ πολλῷ χρόνῳ σώζονται. 397. Οἱ δὲ μέλλοντες ἔμπυοι γίνεσθαι, πτύουσι, τὸ μὲν πρῶτον ἁλμυρὸν, εἶτα γλυκύτερον. 398. Οἷσι δ᾿ ἐν πλεύμονι φύματα γίνεται, τὸ πῦον ἀνάγουσιν ἐς τεσσαράκοντα ἡμέρας μετὰ τὴν ῥῆξιν· ταύτας δὲ ὑπερβάλλοντες, ὡς τὰ πολλὰ φθισικοὶ γίνονται. 399. Ἐπὶ πλευροῦ ἀλγήματι στάξις ἀπὸ ῥινῶν αἵματος, κακόν. 400. Οἷσιν ἐμπύοισιν ἐπιεικέστερον ἔχουσι δυ σωδίαι τῶν πτυσμάτων παρακολουθοῦσι, τούτους ὑποτροπὴ κτείνει. 401. Οἱ ἐν πλευριτικοῖσιν ἀναπτύοντες πυώδεα, ὑπόχολα, στρογγύλα, ἢ πυώδεα ὕφαιμα, προεληλυθότος χρόνου, ὀλέθριοι· ὀλέθριοι δὲ καὶ οἱ τὰ μέλανα λιγνυώδεα πτύοντες, ἢ οἷσιν
676
[οἷον] ἀπὸ οἴνου μέλανος γίνεται πτύσματα. 402. Ὅσοι αἷμα ἀφρῶδες πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ οἱ πολλοὶ ἀπόλλυνται. 403. Οἷσι καιομένοισι πῦον βορβορῶδες ἔρχεται καὶ δυσῶδες, ἀπόλλυνται ὡς τὰ πολλά. 404. Οἷσιν ἀπὸ τοῦ πύου ἡ μήλη χρωματίζεται καθάπερ ἀπὸ πυρὸς, ἀπόλλυνται ὡς τὰ πολλά. 405. Μετὰ πλευροῦ ἀλγήματος, μὴ πλευριτικοῦ δὲ, καὶ ταραχωδέων λεπτῶν ἐπιεικῶν, οὗτοι φρενιτικοὶ ἀποβαίνουσιν. 406. Ἐν τοῖσι κατὰ πλεύμονα αἱ λίην ἐξέρυθροι ἀποστάξιες, πονηρόν. 407. Μετὰ βράγχου πτύελα γλίσχρα, ἁλμυρώδεα, κακόν· ἢν δέ τι καὶ ἐπαίρηται κατὰ στῆθος, ἐπὶ τούτοισι κακόν· τὰ ἐς τράχηλον ἀλγήματα, τούτων ἰσχνανθέντων, ὁλέθριον. 408. Βράγχος μετὰ βηχὸς καὶ κοιλίης ὑγρῆς, πῦον ἀνάγει. 409. Οἷσιν ἐν περιπλευμονίῃ οὖρα παχέα ἐν ἀρχῇ, εἶτα πρὸ τῆς τετράδος λεπτύνεται, θανάσιμον, 410. Οἱ ἐν ξηροῖσι περιπλευμονικοῖσιν ὀλίγα πέπονα ἀνάγοντες, φοβεροί· τὰ ἐν τοῖσι στήθεσιν ἐρυθήματα ὑποπλάτεα, γίνεται τοῖς τοιούτοισιν ὀλέθρια. 411. Πλευροῦ ἄλγημα ἐν πτύσει χολώδει ἀλόγως ἀφανισθὲν, ἐξίσταται. 412. Οἱ δι᾿ ἐμπύησιν πυρετοὶ διαλείποντες, ἐφιδροῦντες οἱ πολλοί εἰσιν. 413. Τοῖσιν ἐμπύοισι κώφωσις γενομένη αἱματώδεα διαχώρησιν σημαίνει· τούτοισι πρὸς τὴν τελευτὴν μέλανα διαχωρέει. 414. Πλευροῦ ἄλγημα μετὰ πυρετοῦ χρονίου σημαίνει πῦον ἀνάξειν. 415. Οἱ φρικώδεες πυκνὰ ἐς ἐμπύησιν ἔρχονται· ἀτὰρ καὶ πυρετὸς τὸν τοιοῦτον ἄγει ἐς ἐμπύησιν.
678
416. Οἷσιν ἐκ πλευροῦ ἀλγήματος ἀσιτίαι παρακολουθοῦσιν, ὁπό τι καρδιαλγικοὶ, ἱδρώδεες, ἔχοντος δὲ προσώπου ἄνθη, καὶ κοιλίης ὑγροτέρης, ἐκπυήματα κατὰ πλεύμονα ἴσχουσιν. 417. Τὰ ὀρθοπνοῖκὰ ποιέει ὑδρωπιώδεα σκληρά. 418. Τὰ σπάσματα μὲν πάντα ὀχληρὰ γίνεται, καὶ πόνους τε ἐν ἀρχῇ συντόνους παρέχει, καὶ ἐξ ὑστέρου ἐνίους ὑπομιμνήσκει· δυσκολώτατα δὲ τὰ περὶ θώρηκα, μάλιστα δὲ κινδυνεύουσιν, οἷσιν ἔμετος αἵματος, πυρετὸς πολὺς, καὶ πόνος περὶ μαζὸν καὶ θώρηκα καὶ μετάφρενον· οἷσι γὰρ γίνεται πάντα ταῦτα, συντόμως θνήσκουσιν· οἷσι δὲ μὴ πάντα, μηδὲ σφόδρα, βραδύτερον· φλεγμαίνει δὲ τὸ μακρότατον ἡμέρας τεσσαρεσκαίδσκα. 419. Τοῖσιν αἷμα πτύουσιν ἀπυρέτοις εἶναι συμφέρει, καὶ βήσσειν καὶ πονέειν ἐλαφρῶς, καὶ τὸ πτύαλον λεπτύνεσθαι πρὸς τὰς δὶς ἑπτά· πυρέσσειν δὲ καὶ βήσσειν καὶ πονέειν συντόνως, καὶ αἷμα πρόσφατον αἰεὶ πτύειν, ἀσύμφορον. 420. Ὅσοισι τὸ πλευρὸν μετέωρον καὶ θερμότερον, ὅταν ἐγκεκλιμένοισιν ἐπὶ θάτερον βάρος ἐξηρτῆσθαι δοκέῃ, τούτοισι τὸ πῦον ἐκ τοῦ ἑνὸς μέρεός ἐστιν. 421. Τοῖσιν ἐμπύοισι τὸν πλεύμονα, κατὰ κοιλίην πῦον ὑποχωρέειν, θανάσιμον. 422. Ὅσοι, τρωθέντες ἐς τὸν θώρηκα, τὸ μὲν ἐκτὸς τοῦ τρώματος ὑγιάσθησαν, τὸ δ᾿ ἐντὸς μὴ, κινδυνεύουσιν ἔμπυοι γενέσθαι· ὅσοις δ᾿ ἂν ἀσθενὴς ἔνδοθεν ἡ οὐλὴ γένηται, ῥηϊδίως
680
ἀναῤῥήγνυται. 423. Ἀπόλλυνται δὲ ἐκ μὲν τῶν περιπλευμονικῶν ἐμπυημάτων οἱ γεραίτεροι μᾶλλον· ἐκ δὲ τῶν λοιπῶν οἱ νεώτεροι. 424. Τῶν ἐμπύων οἷσι σειομένοισιν ἀπὸ τῶν ὤμων πολὺς γίνεται ψόφος, ἔλασσον ἔχουσι πῦον, ἢ οἷσιν ὀλίγος δυσπνοωτέροισιν ἐοῦσι καὶ εὐχροωτέροισιν· οἷσι δὲ ψόφος μὲν μηδὲ εἷς ἐγγίνεται, δύσπνοια δὲ ἰσχυρὴ, καὶ ὄνυχες πέλιοι, πλήρεες οὗτοί εἰσι πύου καὶ ὀλέθριοι. 425. Ὅσοι ἀφρῶδες αἷμα ἐμέουσι, πόνου μὴ ἐόντος κάτω τοῦ διαφράγματος, ἀπὸ τοῦ πλεύμονος ἐμέουσιν· καὶ οἷσι μὲν ἡ μεγάλη φλὲψ ἐν αὐτῷ ῥήγνυται, πολύ τε ἐμέουσι καί εἰσιν ἐπικίνδυνοι· οἷσι δὲ ἡ ἐλάσσων, ἔλασσόν τε ἀνάγουσι, καί εἰσιν ἀσφαλέστεροι.