Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

21. Ἐπὶ τοῖσι χολώδεσι διαχωρήμασι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, ἄλλως τε καὶ ὀσφὺν προηλγηκότι καὶ παρενεχθέντι.

22. Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην σημαίνει.

23. Αἱ μετὰ λυγγὸς ἀφωνίαι, κάκιστον.

24. Αἱ μετ᾿ ἐκλύσιος ἀφωνίαι, κάκιστον.

25. Ἐν ἀφωνίῃ πνεῦμα, οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν· ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

26. Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες.

27. Αἱ μετὰ καταψύξιος οὐκ ἀπυρέτῳ, ἐφιδρώοντι τὰ ἄνω, δυσφορίαι φρενιτικαὶ, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι.

28. Τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα, σπασμώδεα.

29. Τὰ οὐρούμενα, μὴ ὑπομνησάντων, ὀλέθρια· ἦρά γε τουτέοισιν οὐρέεται,

518
οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας;

30. Οἱ παλμώδεες δι᾿ ὅλου, ἆρά γε ἄφωνοι τελευτῶσιν;

31. Τὰ ἐν φρενιτικοῖσι, μετὰ καταψύξιος, πτυελίζοντα, μέλανα ἀνεμεῖται.

32. Κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαινει γίνεσθαι· οἶμαι δὲ, καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν.

33. Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν.

34. Αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες, πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ.

35. Αἱ ἐκ ῥίγεος νωθρότητες, οὐ πάνυ παρ᾿ ἑωυτοῖσιν.

36. Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τουτέοισι γνώμης παράφοροι.

37. Τὰ κατὰ μηρὸν

520
ἐν πυρετῷ ἀλγήματα ἔχει τι παρακρουστικὸν, ἄλλως τε καὶ ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ, καὶ ὅσα ἄλλα κατ᾿ αὐτὸ γίγνεται παρακρουστικὰ σημεῖα, καὶ οἷα περὶ ἤχους τοιαῦτα.

38. Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι.

39. Οἱ ἐφιδρῶντες καὶ μάλιστα κεφαλὴν, ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ᾿ οὔροισι μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα, κακόν.

40. Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι, μὴ ἐούσης κενεαγγείης, κακόν.