Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

41. Κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυραθώδεα

522
κατ᾿ ἀνάγκην χαλῶσαι, μυκτήρ τε ἐπὶ τουτέοισιν ἐπιῤῥηγνύμενος, κακόν.

42. Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πουλὺ μετὰ καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν· ἦρά γε τουτέοισι τρομώδεα γίγνεται; καὶ ἡ φωνὴ δὲ, ὡς ἐν ῥίγει;

43. Ἄκρεα ἐπ᾿ ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ ἡ τοιαύτη, πονηρόν.

44. Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, κακόν.

45. Φωνὴ ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.

46. Ὄμμα ἀμαυρούμενον, φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν.

47. Ὀξυφωνίη κλαγγώδης, πονηρόν.

48. Ὀδόντων πρίσις, ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσιν· πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν.

49. Προσώπου εὔχροια, καὶ τὸ λίην σκυθρωπὸν, πονηρόν.

50. Τὰ τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά.

51. Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες, κάκισται.

524

52. Τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει.

53. Ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα, κακόν· κακὸν δὲ καὶ οὖρα τὰ τοιαῦτα· ἆρα τουτέοισιν ἧπαρ ἐπώδυνον;

54. Αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται σιγῇ, ὀλέθριον.

55. Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι.

56. Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες.

57. Δίψα παραλόγως λυθεῖσα ἐν ὀξέσι, κακόν.

58. Ἱδρὼς πολὺς, ἅμα πυρετοῖσιν ὀξέσι γιγνόμενος, φλαῦρος.

59. Καὶ οὖρα δὲ πέπονα, πονηρόν· καὶ τὰ ἐρυθρὰ ἐκ τουτέων ἐπανθίσματα, κατεχόμενα, καὶ τὰ

526
ἰώδεα, πονηρά· καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας.

60. Καὶ ἔμετοι μετὰ ποικιλίης κακὸν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων.