Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

1. Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισιν.

2. Κοιλίης περίπλυσις ἐξέρυθρος, κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖσι προειρημένοισιν.

3. Αἱ δασεῖαι γλῶσσαι καὶ κατάξηροι, φρενιτικαί.

4. Τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν, ἐνηωρημένα,

512
ἐφιδρῶντα, φρενιτικά.

5. Ἐνύπνια τὰ ἐν φρενιτικοῖσιν ἐναργέα.

6. Ἀνάχρεμψις πυκνή γε, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικά.

7. Τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν ὑποχονδρίῳ, πυρετοῦ περιψυχθέντος, κακὸν, ἄλλως τε καὶ ἢν ἐφιδρῶσιν.

8. Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται, οἷον καὶ Θρασύνοντι.

9. Τὰ φρενιτικὰ νεανικῶς τρομώδεα τελευτᾷ.

10. Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα, μετὰ κωφώσιος, ἀγρύπνῳ, ταχὺ ἐκμαίνει.

11. Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα σμικρὰ,

514
πνιγώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριοι.

12. Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὸ ἐπιεικὲς, πυκνὰ δὲ μεταπίπτειν, κακὸν τὸ τοιοῦτον· καὶ πτυελισμὸς κακόν.

13. Ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις, κακὸν, ὡς καὶ τῷ Ἀρχεκράτει· ἦρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; ῥῖγος ἐπὶ τουτέοισι κάκιστον.

14. Τοῖσιν ἐξισταμένοισι μελαγχολικῶς, οἷσι τρόμοι ἐπιγίνονται, κακόηθες.

15. Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες σὺν ἱδρῶτι, φρενιτικοὶ γίνονται.

16. Οἱ φρενιτικοὶ, βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες.

17. Τὰ ἐξ ἐμέτου ἀσώδεος, κλαγγώδης φωνὴ, ὄμματα ἐπίπνουν ἔχοντα, μανικὰ, οἷον καὶ ἡ τοῦ Ἑρμοζύγου, ἐκμανεῖσα ὀξέως, ἄφωνος, ἀπέθανεν.

18. Ἐν πυρετῷ καυσώδει, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ, καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος, ἐξίστανται μελαγχολικῶς.

19. Αἱ παρακρούσιες σὺν φωνῇ κλαγγώδει, γλώσσης σπασμοὶ τρομώδεες, καὶ αὗται τρομώδεες γενόμεναι,

516
ἐξίστανται· σκληρυσμὸς τουτέοισιν ὀλέθριον.

20. Αἱ τρομώδεες γλῶσσαι, σημεῖον οὐχ ἱδρυμένης γνώμης.