De humoribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

10. Τὰ ἔξωθεν ὠφελέοντα ἢ βλάπτοντα, ἄλειψις, κατάχυσις, κατάχρισις, κατάπλασις, ἐπίδεσις ἐρίων καὶ τῶν τοιούτων, καὶ τὰ ἔνδοθεν ὑπακούει τούτων ὁμοίως ὥσπερ τὰ ἔξω τῶν ἔσω προσφερομένων· ἀτὰρ καὶ τάδε, ἐν ἐρίοισι κοίτη πινώδεσι, καὶ τὸ παρὰ βασιλεῖ λεγόμενον κύμινον, ὁρῶσιν, ὀσφραινομένοισιν· ὅσα κεφαλῆς ἀγωγὰ, ταρακτικὰ, λόγοι, φωνὴ, καὶ τὰ τοιαῦτα· μαζοὶ, γονὴ, ὑστέρη, σημήϊα ταῦτ᾿ ἐν τῇσιν ἡλικίῃσι, καὶ ἐν τοῖσι πνιγμοῖσι, καὶ βηξὶ, τὰ πρὸς ὄρχιν.