De humoribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

11. Ὥσπερ τοῖσι δένδρεσιν ἡ γῆ, οὕτω τοῖσι ζώοισιν ἡ γαστήρ· καὶ τρέφει, καὶ θερμαίνει, καὶ ψύχει, ψύχει μὲν κενουμένη, θερμαίνει δὲ πληρουμένη· ὥσπερ γῆ κοπρευομένη χειμῶνος θερμὴ, οὕτω

492
καὶ ἡ κοιλίη. Δένδρεα φλοιὸν λεπτὸν ξηρὸν ἔχει, ἔσωθεν δὲ ξηρόσαρκα, ὑγιηρὰ, ἄσηπτα, χρόνια, καὶ ζώων, οἷον χελῶναι, καὶ ὅ τι τοιοῦτον. Ἡλικίῃσιν, ὥρῃσιν, ἐνιαυτοῖσιν ὅμοια τὰ ζῶντα· οὐ τρίβεται, χρωμένοισι μετρίως βελτίω· ὥσπερ ὑδρήϊον νέον διαπηδᾷ, παλαιούμενον στέγει, οὕτω καὶ ἡ γαστὴρ διίει τὴν τροφὴν, καὶ ὑποστάθμην ἴσχει ὥσπερ ἀγγεῖον.