De humoribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

9. Ψυχῆς, ἀκρασίη ποτῶν καὶ βρωμάτων, ὕπνου, ἐγρηγόρσιος, ἢ δι᾿ ἔρωτάς τινας, οἷον κύβων, ἢ διὰ τέχνας ἢ δι᾿ ἀνάγκας καρτερίη πόνων, καὶ ὧντινων τεταγμένη ἢ ἄτακτος· αἱ μεταβολαὶ ἐξ οἵων ἐς οἷα. Ἐκ τῶν ἠθέων, φιλοπονίη ψυχῆς, ἢ ζητέων, ἢ μελετέων, ἢ ὁρέων, ἢ λέγων, ἢ εἴ τι ἄλλο, οἷον λῦπαι, δυσοργησίαι, ἐπιθυμίαι·

490
τὰ ἀπὸ συγκυρίης λυπήματα γνώμης, ἢ διὰ τῶν ὀμμάτων, ἢ διὰ τῆς ἀκοῆς· οἷα τὰ σώματα, μύλης μὲν τριφθείσης πρὸς ἑωυτὴν, ὀδόντες ᾑμώδησαν, παρά τε κοῖλον παριόντι σκέλεα τρέμει, ὅταν τε τῇσι χερσί τις, ὧν μὴ δεῖται, αἴρῃ, αὗται τρέμουσιν, ὄφις ἐξαίφνης ὀφθεὶς χλωρότητα ἐποίησεν. Οἱ φόβοι, αἰσχύνη, λύπη, ἡδονὴ, ὀργὴ, τἄλλα τοιαῦτα, οὕτως ὑπακούει ἑκάστῳ τὸ προσῆκον τοῦ σώματος τῇ πρήξει, ἐν τούτοισιν ἱδρῶτες, καρδίης παλμὸς, καὶ τὰ τοιαῦτα τῶν δυναμίων.