Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέλευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους· ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρας ὑμῶν.᾿ τούτων ἀναγιγνωσκομένων Ξέρξης τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο.
[*](2, 1, 33)Ὅτι Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ἠξίου τῶν πολε- μίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν δια- λέξεως ἕνεκεν τῶν κοινῇ συμφερόντων· οἷς ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.
[*](2, 10, 1)Ὅτι Κλεανδρίδας ἐπὶ Τέριναν ἀγαγὼν τὴν στρατιὰν καὶ λάθρᾳ προσπεσεῖν ἐπιχειρῶν, ἐπειδὴ διʼ αὐτομόλου Τεριναῖοι προαισθόμενοι ὑπὲρ κεφαλῆς ἐγένοντο αὐτοῦ καὶ ἐκ τούτου συνέβαινε τὸν οἰκεῖον ἀθυμεῖν στρατὸν, τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν, ὃς ἂν Τεριναίων τὸ σύν- θημα λέγῃ τὸ προκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκού- σαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ἔδοξάν τινας ἐξ αὐτῶν ἔχειν προδότας καὶ ἐκ τούτου πρὸς φυλακὴν τῆς οἰκείας ἐτράπησαν πόλεως ἀφέντες τὸν πρὸς Κλεανδρίδαν ἐξ ὑπερ- δεξίου αὐτῶν πόλεμον. ὁ δὲ ἀκινδύνως ἐκ τούτου ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν διαβιβάσας τὴν χώραν αὐτῶν κατεδῄωσεν.
[*](2, 10. 3)Ὅτι ὁ αὐτὸς πάλιν τοὺς ἀρίστους τῶν Τεγεατῶν λακω- νίζειν ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃώσας, [τὰ δὲ] τῶν ἄλλων λυμαινόμενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας εἰς δίκην προδοσίας ὑπῆγον, οἱ δὲ ἁλῶναι δείσαντες προέδωκαν τὴν [*](28 [τὰ δὲ] inserui.)
Ὡσαύτως καὶ Ἀλέξανδρος πολεμῶν Πέρσας τὸν αὐτῶν [*](4, 3, 15) στρατηγὸν Μέμνονα ἐποίησεν ὕποπτον παραγγείλας τοὺς ὑπʼ αὐτὸν [μὴ] προνομεύειν τὰ τούτου χωρία.
Ὅτι καὶ Εὐρυπῶν ὁρῶν τὸν πρὸς Ἀρκάδας μηκυνό- [*](2, 13) μενον πόλεμον στάσιν αὐτοῖς ἐμποιῆσαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα, ὡς Λακεδαιμόνιοι παύσονται τοῦ πο- λέμου, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσωσι, τούτους δὲ εἶναι τοὺς Ἆγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες προσ- δοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι ἐπιθυμοῦντος τὴν εἰρήνην, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἠδύ- ναντο, πολλοὺς δὲ καὶ εἰς συμμαχίαν αὐτῶν προσεποιήσαντο. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν κατʼ αὐτῶν, ὥστε δίχα διαιρεθέντες παρετάξαντο πρὸς ἀλλήλους. ἐκ τού- του συνέβη ἡττηθέντας Ἀρκάδας ἀνοῖξαι τὰς πύλας καὶ προσδέξασθαι Λακεδαιμονίους, οἳ καὶ κατέσχον τὴν πόλιν, ἣν πολέμου νόμῳ κρατῆσαι οὐκ ἴσχυον.
Ὅτι Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος [*](1, 45, 1) τὸν δῆμον συγκαταλύσειν ἧκεν εἰς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν ἐπηγγέλλετο, καὶ πιστεύσας ὁ δῆμος ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται καὶ κτείνουσι πολλοὺς τοῦ δήμου, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις τοῦ Λυσάνδρου.
Ὅτι Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν [*](4, 17) εἰς Μεσοποταμίαν. ὃν ὑπεδέξατο Ἀρσάμης φίλος ὤν. διω- κόμενος οὖν ὑπʼ Ἀχαίου καὶ Ἀνδρομάχου στρατηγῶν καὶ [*](3 αὐτὸν H || 5 [μὴ] inserui || 6 Εὐρυτίων H || μηκυνώμενον Η || 10 Αἴγιναν ἠρηκότας H || 13 προσεποιήσατο H || 29 ὑπʼ Αχαίου] ὑπὸ Χέρου H.)
Ὅτι Πομπίσκος εἴς τινα πόλιν στρατοπεδεύσας τὰ μὲν λοιπὰ τῶν προαστείων τῆς πόλεως ληΐζεσθαι τοὺς οἰκείους στρατιώτας οὐκ ἐκώλυεν, ἐπὶ δὲ τόπον ἕνα οὐ συνεχώρει. οἱ μὲν ἐκ τῆς πόλεως ἀφόβως τῷ τοιούτῳ τόπῳ προσῄεσαν, ὁ δὲ ἐπειδὴ συνηθροισμένους ἀνέμαθεν ἐκεῖσε πολλοὺς τῶν πολεμίων, ἐπιθέμενος παμπόλλους ἐχειρώσατο.
[*](7, 2 ,2)Ὅτι Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τοῖς ἱππεῦσι διπλᾶς ἐδίδου τὰς ἐκ τῆς λείας μοίρας. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγο- ρὰν παρασκευάζων καὶ διπλῆν τὴν μισθοφορίαν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους καὶ πρὸς τὴν μισθοφορίαν μετὰ σπουδῆς εἰσελ- θόντες ὑπʼ Ἀλυάττου ἀπεσφάγησαν κλείσαντος τὰ τείχη καὶ τοὺς ἰδίους ὁπλίτας παραστήσαντος· οἷς ἔδωκε καὶ τοὺς ἵππους μετὰ τὴν ἐκείνων ἀναίρεσιν.