Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

[*](1, 40, 1)

Ὅτι Ἀλκιβιάδης εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ κρύψας ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων ἐδείκνυεν, ὡς αὐτὸς εἴη ὁ τὸν ἄνδρα πεφονευκὼς, καὶ παρεκάλει συμπράτ- τειν, ὅπως τὸ δοκοῦν λάθοι δεινόν. ὅσοι μὲν οὖν προσετί- θεντο, φίλους πιστοὺς τούτους ἡγεῖτο.

[*](5, 2, 12)

Ὅτι Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλιν κατὰ θά- λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηραρχῶν βιβλίον ἄγραφον ἐσφραγισμένον ἑκάστῳ ἔδωκε προστάξας, ἐπειδάν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μα- θόντας ἐκεῖσε πλεῖν, ὅπου κελεύει τὰ γεγραμμένα. Οἱ μὲν δὴ ἀνήχθησαν, ὁ δὲ πρὶν ἆραι τὸ σημεῖον [παρʼ] ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτει. καὶ ὅσους εὗρε τὴν σφρα- γίδα παραλελυκότας, ὡς προδότας ἀπέκτεινε καὶ τότε ἕτερα βιβλία δοὺς τοῖς ἐγκαταλειφθεῖσιν ἐξέπλευσεν. καὶ παρα- φυλαχθὲν ἐκ τούτου τὸ ἀπόρρητον ἀφύλακτον τὴν πόλιν εὑρὼν κατέλαβεν.

[*](14 δοκιμασίας H || 26 πόλει Polyaen || 25 [ παρʼ] inserui.)
438

Ὅτι καὶ Ἀλέξανδρος πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ [*](4, 3, 19) τοὺς ὑπηκόους λογοποιουμένους συναγαγὼν τοὺς φίλους ἔφη· ῾ὁ βουλόμενος ἀποστελλέτω εἰς τοὺς οἴκοι γράμματα, ὡς ἐπ- ανήξοι μετὰ χρόνον ἐτῶν τριῶν.᾿ οἱ μὲν δὴ πάντες ἔγραψαν, αὐτὸς δὲ ἐκ τῶν γραμματοφόρων ἀφελόμενος τὰς ἐπιστολὰς τὰ ἑκάστου διαβούλια ἔμαθεν.

Ὅτι Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας [*](3, 13, 1) φυλακὴν ἔξω τοῦ χάρακος ἐπέστησε καὶ προσέταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι πρὶν εἰπεῖν, ὅστις εἴη καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου.

Ὅτι καὶ Θέογνις ὑπονοήσας κατασκόπους παρήγγειλεν [*](5, 28, 2) ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων, ἀνυπονοήτους δὲ ἔξω τοῦ χάρακος περιστήσας τοὺς χωριζομένους ἁλίσκεσθαι προσ- έταττεν καὶ ἀνερευνᾶσθαι.

Ὅτι καὶ Πομπίσκος κατασκόπους ἔπεμπεν ἀγνῶτας ἀλλή- [*](5, 33, 6) λῶν, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο, παρ- ήγγελλε δὲ μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι.

Ὅτι Μέμνων βουλόμενος μαθεῖν τὴν ὀχυρότητα τῶν [*](5, 44, 1) τειχῶν τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν ἔπεμψεν Ἀρχιβιάδην πρεσβευτὴν ὡς ὑπὲρ φιλίας πρεσβευσόνμενον. συνέπεμψεν δὲ αὐτῷ καὶ κιθαρῳδὸν ἄριστον, ὅπως συν- τρεχόντων πάντων τῇ τούτου κιθαρῳδίρᾳ κατάδηλον τὸ πλῆ- θος τῷ πρεσβευτῇ γένοιτο.

Ὅτι Σκιπίων κατασκόπους Καρχηδονίων συλλαβὼν, [*](8, 16, 8) Ῥωμαίων νόμου κελεύοντος τούτους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, προσέταξε δὲ τρίτον περιελθεῖν τὴν στρατιάν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκον- τίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ τὰ ὅπλα ἐπισκευαζο- [*](3 τὰ οἴκοι H || 9 χάρακτος H || 11 κουντουβερνίου H || 12 Θεόγνης Η || 14 χαράκτος H || 17 μηδένα H || 22 ἄριστον]  Ἀρι- στόνικον Polvaen.)

439
μένους ἀπελύθησαν παρʼ αὐτοῦ εἰπόντος αὐτοῖς ἀπαγγεῖλαι, ἅπερ ἐθεάσαντο, ὃ καὶ γεγονὸς ἐξέπληξε τοὺς ἀποστείλαντας.