Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
[*](2, 2, 6)
Ὅτι Κλέαρχος Θρᾴκην λεηλατῶν καὶ τὴν τῶν Θρᾳκῶν δεδιὼς νυκτερινὴν ἐπίθεσιν προσέταξεν ἐν τοῖς ὅπλοις πάντας διάγειν καὶ τὰς ἐγέρσεις ποιῆσαι πυκνάς. αὐτὸς δὲ νυκτὸς [*](3 ὑπισχνημένους H.)
442
οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολε- μίων ἐπιφερομένων ἦσαν ἕτοιμοι· ἐν τούτῳ τῶν Θρᾳκῶν ποιησάντων ἐπίθεσιν, ἐπειδὴ εὑρέθησαν ἐγρηγορότες, πλεί- στους αὐτῶν ἀπέκτειναν.Ὅτι Πομπίσκος στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ [*](5, 33, 1) στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτεν, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν, ὅπως οἱ κατάσκοποι νύκτωρ ἐπι- θέμενοι τὰς ἐξόδους ἀγνοοῦντες ἐμπίπτοιεν τοῖς ὀρύγμασιν.