Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Πεισίστρατος μέρος πολεμίων ἀπαντήσας καὶ τρο- [*](1, 21, 1) πωσάμενος, ἐπειδὴ ἔμελλεν προσυπαντᾶν καὶ ἑτέρους πολε- μίους, ἐσχηματίσατο σπονδὰς πεποιηκέναι πρὸς τοὺς προ- τέρους. τούτῳ τῷ σχήματι κατηγωνίσατο καὶ αὐτῶν.
Ὅτι καὶ Βρασίδας τὰς ἐξ ἀπονοίας μάχας φεύγων δι- [*](1, 38, 3) σταγμὸν ἐνεποίει οἷς ἔμελλε πολιορκεῖν. οἷον ἐποίησεν εἰς Ἀμφίπολιν κηρύξας τοῖς μὲν Ἀθηναίοις ὑποσπόνδοις ἀπιοῦσιν ἄδειαν καὶ τὸ ἔχειν τὰ ἴδια, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Λακεδαιμονίων γένοιντο.
Ὅτι καὶ Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώρισε [*](3, 10, 5) τόπον τοῖς στρατιώταις προνομεύειν, τὸ δὲ λοιπὸν παρα- φυλάττειν μήτε οἰκίαν μήτε ἔπαυλιν καθαιροῦντας ἢ ἥμερον δένδρον ἐκκόπτειν, εἰ μὴ μόνον τοὺς καρποὺς, ὅπως, εἰ μὲν περιγένηται, κέρδος ἐκεῖθεν συλλέγοι, εἰ δὲ ὁ πόλεμος ἐκταθῇ, τροφὰς καὶ καταγωγὰς ἔχοι.
Ὅτι καὶ Φίλιππος οὐ τοσοῦτον ἐμεγαλαύχει τοῖς ὅπλοις [*](4, 2, 9) κρατῶν, ὅσον τῇ ὁμιλίᾳ καὶ φρονήσει. ἡγεῖτο γὰρ ἐκεῖ [*](1 σκηπίων H (et sic semper) || 9 ἐκκοπήσεις H || 20 τοῦ ἔχειν H || 27 ἔχειν H.)
Ὅτι καὶ Ἀλέξανδρος πάντας ἀνθρώπους εἰς εὔνοιαν ἐφέλ- κεσθαι σπουδάζων ἀντὶ βροτῶν καὶ φωτῶν καὶ ἀνδρῶν καὶ ἀν- θρώπων καὶ λοιπῶν κλήσεων Ἀλεξάνδρους πάντας ἀπεκάλει.
[*](4, 11, 1)Ὅτι Κάσσανδρος ἐν τῷ αὐτῷ πολιορκῶν καὶ τὴν Σαλα- μῖνα, ναυμαχῶν δὲ καὶ τοῖς Ἀθηναίοις νικήσας τῇ ναυμαχίᾳ ὅσους ἐζώγρησεν ἄνευ λύτρων ἀφῆκεν. ὅπερ μαθόντες οἱ ἐκ τῆς Σαλαμῖνος προσεχώρησαν αὐτῷ πιστεύσαντες τῇ τού- του φιλανθρωπίᾳ.
[*](4, 16)Ὅτι καὶ Ἀντίοχος πολιορκῶν Κύψελα ἔχων σὺν αὑτῷ Θρᾷκας πολλοὺς τοὺς ἐπιφανεστέρους πολυτελῶς κατεκόσμει, οὓς ἰδόντες οἱ ἀπὸ τῶν Κυψέλων ὁμοφύλους ὄντας τοσαῦτα εὐεργετηθῆναι παρὰ Ἀντιόχου τὰ ὅπλα καταβαλόντες Ἀν- τιόχῳ προσέθεντο σύμμαχοι γεγονότες.
[*](5, 6)Ὅτι καὶ Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως σπουδάζων, ὅσους εἶχεν Ἐργετίνους μισθοφόρους, τούτοις ἀπένεινμε τὸ πλέον μέρος τῆς λείας καὶ ἐπῄνει ὡς προ- θυμοτάτους. ταῦτα τοῖς πολίταις ἀγγελθέντα ἔπεισεν ἔρηνμον καταλιπεῖν τὴν πόλιν καὶ αὐτῷ προσθέσθαι. αὐτὸς δὲ μετὰ τὸ κρατῆσαι πάντας ἀπέκτεινεν.
[*](deest in polyaeni codicibus)Ὅτι Ἀννίβας ἐν πολένμῳ φονευθέντα Φλαῦον, ἐπειδὴ τὸ σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον αἰκίζεσθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσεν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο.
[*](6, 48)Ὅτι Μέντωρ κρατήσας Ἑρμείου πρὸς τὰς πόλεις τὰς ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε σφραγίσας τῇ σφραγίδι Ἑρ- μείου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι τὰ γράμματα, ἐξ οὗ παρέδωκαν καὶ ἑαυτοὺς καὶ τὰς πόλεις.
[*](6 Κάσανδρος H || 11 αὐτῷ H || 16 Ἐργετήνων et 17 Ἐργε- τήνους H || 17 τούτους H.)Ὅτι Ἀρταξέρξης ἀγωνοθετῶν τοῖς Ἕλλησι τὸν πόλεμον [*](7, 16, 2) ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις ἐπανίσου τὸ ἐλαττούμενον καὶ ἐκ τούτου ἐκράτησεν.
Ὅτι Κάμιλλος πολεμῶν Φαληρεῖς ἐπειδὴ εἶδεν Φαλη- [*](8, 7, 1) ρέων παίδων διδάσκαλον τοὺς ὑπʼ αὐτὸν προδόντα παῖδας αὐτῷ, ἀντιπαραδοὺς αὐτὸν τοῖς παισὶ προσέταξεν ὀπίσω τὼ χεῖρε δεδεμένον ἀποκομίσαι πρὸς τοὺς πατέρας ὡς προδότην. οἱ δὲ τοῦτον καταφθείραντες, Καμίλλου δὲ τὴν ἀρετὴν θαυ- μάσαντες ἑαυτοὺς ἄνευ μάχης παρέδωκαν.
Ὅτι καὶ Σκιπίων δορυάλωτον πόλιν λαβὼν, ἐπειδὴ οἱ [*](8, 16, 6) νυμφαγωγοὶ παρθένον αὐτῷ ἤγαγον κάλλος ὑπερφυὲς ἔχου- σαν, αὐτὸς τὸν πατέρα τῆς κόρης ἀναζητήσας ἐχαρίσατο τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκομίσαντος αὐτὸς καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι τῶν εὐγενῶν θυγατέρες ἢ παῖδες ἑάλωσαν, τού- τοις ἐφίστα σωφρονεστάτους ἐκ τῶν πρεσβυτέρων εἰς θερα- πείαν πᾶσαν καὶ χορηγίαν. ἡ τοιαύτη Σκιπίωνος σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας ἀπειργάσατο.
Ὅτι Καῖσαρ Πομπήϊον νικήσας καὶ θεασάμενος τοὺς [*](8, 23, 23) στρατιώτας ἀμέτρως τῇ νίκῃ χρωμένους ἀνέκραξε φείδεσθε τῶν πολιτῶνʼ.
Ὅτι Ἐπαμινώνδας ὑποπτεύσας ἐθελοκακοῦντας ἀκο- [*](2, 3, 3) λουθεῖν τινας τῶν αὐτοῦ στρατιωτῶν ἐκήρυξεν ἀπιέναι τοὺς βουλομένους καὶ μετὰ τῶν προθύμων ὁπλιτῶν παραταξά- μενος εὐκλεῶς ἐνίκησεν.
Ἀλλὰ καὶ Ἰφικράτης θεασάμενος ὀκνηροὺς καὶ δειλούς [*](3, 9, 1) τινας ἐπακολουθοῦντας αὐτῷ ἐκήρυξεν τῆς ἐξόδου γενομένης ἄφνω· εἴ τις ἀπολέλοιπέν τι, ἀναστρεφέτω καὶ παρασκευασά- μενος καλῶς ἐπανηκέτω.᾿ μὴ ἀναμείνας δὲ τούτους ἔφη πρὸς [*](4 Φαλερίοις Polyaen || Φαλερίων Polvaen || 15 τούτους H 24 αὐτοῦ H.)
Ὅτι καὶ Ἀγαθοκλῆς βουλόμενος ἐπὶ Καρχηδόνα δια- πλεῦσαι δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν ἐκήρυξεν· ῾ ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν οἰκείων κτημάτωνʼ, καὶ ἐξελθόντας αὐτούς ἀπέ- κτεινε πάντας· τοὺς δὲ μείναντας ἐπαινέσας ὡς ἀνδρείους καὶ πιστοὺς ἀπέπλευσεν εἰς Καρχηδόνα καὶ παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζωνται γενναιότερον τὸ φυγεῖν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτῳ τῷ στρατηγήματι αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἄλλων ἐκράτησε πόλεων.