Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Ἀριστομένης δεδεμένος καὶ φυλαττόμενος ὑπὸ τῶν ἐχθρῶν προσκυλισθεὶς τῇ πυρρᾷ τούτων κοιμωμένων τὰ δεσμὰ κατακαύσας ἀπελύθη καὶ τούτους ἀποκτείνας ἀν- εχώρησεν.
[*](3, 7, 1)Ὅτι δύναταί τις ἀποφυγεῖν τῶν ἐμφανῶν, ἡνίκα οἰκε- τικὴν ἢ ἀγροικικὴν ἐσθῆτα βαλὼν καὶ ἀχρειώσας ἑαυτὸν κό- φινον ἤτοι τοιοῦτον λάβοι.
[*](3,7, 3)Ὅτι Λαχάρης γυναικός τινος ἐκφορὰν ἐχούσης νεκροῦ μέλανον χιτῶνα ἀμφιασάμενος γυναικεῖον καὶ ταῖς θρηνού- σαις συναναμίξας ἑαυτὸν ἐξέφυγεν.
[*](3,15)Ὅτι καὶ Δημήτριος εἰς ἅμαξαν χορτοφόρον κρύψας ἑαυτὸν ἀπεκομίσθη εἰς τὴν ἰδίαν χώραν.
[*](6,54)Ὅτι μίλτον ὕδατι μίσγων τις δύναται πλάνην ποιῆσαι, ὡς ἤδη ἀπεγνώσθη τῆς ζωῆς, καὶ ἐκ τούτου ἀπολυθεὶς ἐκφεύγει.
[*](8,19)Ὅτι καὶ εἴδωλόν τις ποιήσας ἀνθʼ αὑτοῦ δύναται λαθεῖν τῶν φυλάκων τὸ εἴδωλον φυλασσόντων.
[*](8,34)Ὅτι Χίλωνις ἀποκλεισθεὶς εἰς φυλακὴν ἐλθούσης τῆς γυναικὸς αὐτοῦ πρὸς τὴν φυλακὴν ἐπισκέψεως χάριν, ἐπειδὴ ἐθαυμάσθη διὰ τὸ φίλανδρον παρὰ τῶν φυλασσόντων, ἐάθη εἰσελθεῖν εἰς τὸν ἄνδρα· ἥτις τὰ τοῦ ἀνδρὸς ἀμφιασαμένη [*](1 Μιθραδάτην H || 8 τό χωρίον H || 23 μίλτου ὕδασι H || 28 Χίλωνις] Χειλωνίς Polvaen.)
Ὅτι Ἀρσινόη ἐπιβουλευομένη παρὰ τῶν οἰκείων εἰς τὸ [*](8,57) ἑαυτῆς φορεῖον θεραπαινίδα κατέκλινεν, αὐτὴ δὲ οἰκετικὰ ἀμφιασαμένη ῥάκια ἔλαθεν ἐκφυγοῦσα.
Ὅτι καὶ Μύστα βασίλισσα αἰχμαλωτισθεῖσα ῥάκια ἀμφια- [*](8, 61) σαμένη ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον καὶ ἐξαγορεύσασα, ἥτις ἦν, ἠγοράσθη ὑπʼ αὐτῶν καὶ ἀπελύθη.
Ὅτι Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα [*](8, 23, 21) παρεφύλασσεν οὐδὲ τοὺς ἁμαρτάνοντας ἀξίως ἐτιμωρεῖτο τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, τούτους ἐτιμώρει.
Ὅτι Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ [*](8, 24, 1) ἀνῄρει πάντας, ἀλλʼ ἐδεκάτευεν.
Ὅτι ὁ αὐτὸς τοὺς ἐπὶ στρατοπέδου διαμαρτάνοντας ἐκέ- [*](8, 24, 3) λευσεν πρὸ τοῦ στρατοῦ λυσιζώνους ἑστάναι καὶ θρηνεῖν διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναικῶν στολὴν ἐδίδου [*](8,24,5) φορεῖν, τοῖς ἀνδραγαθήσασι δὲ μεγάλας ἐδίδου δωρεάς.
Ὅτι Ἀρτεμισία Λυγδάμιδος κατεσκεύασε ναῦν συμμα- [*](8, 53, 2) χίδα καὶ μετʼ αὐτῆς ἠνδραγάθησεν. διὰ τοῦτο ἔπεμψεν αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.