Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι ἐὰν μηχανήσηταί τις, ὡς στάσις ἐγένετο ἐν τῷ [*](1,15) αὐτοῦ στρατοπέδῳ καὶ διʼ αὐτομόλου δηλώσας τοῖς πολιορ- κουμένοις ὑπαναχωρήσῃ μετὰ τὴν φήμην μικρὸν, εἶτα πάλιν [*](16 ἐδεκάτευεν] οὐδὲ κατεῖχεν H || 20 ἐδίδει H || 27 αὐτοῦ H || 28 ὑπαναχωρήσει H.)
Ὅτι καὶ [δι᾿ ] ὑδρορρόης δύναταί τις ἀσέληνον νύκτα παρατηρήσας εἰσενεγκεῖν στρατιώτας καὶ κρατῆσαι πόλεως.
[*](2, 1, 16)Ὅτι πολιορκῶν τις πόλιν πολλοὺς ἔχουσαν συμμάχους μηχανησάμενος ἀναχώρησιν ἰδίαν δύναται πεῖσαι τοὺς πο- λίτας ἀποπέμψασθαι καὶ μετὰ τὸ τοὺς συμμάχους ἀναχω- ρῆσαι ἐπελάσαι ἐξαίφνης καὶ ἐφευρεῖν τὴν πόλιν ἄνευ συμ- μάχων.
[*](2,4,1)Ὅτι Πελοπίδας ἐπολιόρκει ἀκροπόλεις ἀπεχούσας ἀλλή- λων ἑκατὸν εἴκοσι στάδια. συνέταξεν οὖν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ᾑρῆσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἅψας καπνὸν ἤγειρε μέγαν, ἵνα τοῖς ἑτέροις ἐμποιήσῃ φαν- τασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ ὡς ἤδη γεγενημένης καταπλαγέντες τὴν μέλλουσαν ἅλωσιν σφᾶς αὐτοὺς τῷ Πε- λοπίδᾳ παρέδωκαν· ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσ- λαβὼν ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθὼν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντιτάξασθαι.
[*](2,27,1)Ὅτι ἐάν τις τραυματίας τινὰς τῶν οἰκείων πείσῃ δέξα- σθαι, δύναται κατασχεῖν πόλεως.
[*](2,35)Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῆς πόλεως κατάσχῃ καὶ πείσῃ ὅ προδοῦναι τὴν πόλιν, δύναται ἐλθεῖν νύκτωρ εἰς τὰς πύλας καὶ τὸ σύνθημα εἰπεῖν, ὅστις εἴη, ἐπακολουθούντων αὐτῷ τινων ἐκ τῶν πολεμίων φόρτια βασταζόντων, ὅπως, ἡνίκα ἀνοίξωσιν οἱ φυλάσσοντες εἰσδέξασθαι αὐτὸν, εἰσέλθωσιν οἱ ἐπακολουθοῦντες καὶ φονεύσωσι μὲν αὐτοὺς, κρατήσωσι δὲ τὰς πύλας καὶ εἰσενέγκωσι τοὺς ἰδίους.
[*](2,36)Ὅτι καὶ ἐὰν χρήμασί τις φθείρας τινὰς τῶν τῆς πόλεως [*](1 ἐνεδρεύσει H || 2 ἐπιπέσει H || 4 [διʼ] inserui || 13 τετρα- κισχιλίους H || 29 φονεύσουσι H || κρατήσουσι H || 30 τὰς πύλας H.)
Ὅτι καὶ ἐάν τις ὡς κοινολογησόμενος δοίη λόγον τῷ [*](3,2) φρουράρχῳ ἀβλαβῆ εἰς τὴν πόλιν ἀποπέμψειν καὶ μετὰ τὴν αὐτοῦ ἐξέλευσιν προσελθὼν παραλάβοι τὴν πόλιν, αὐτὸν δὲ κατὰ τὸν λόγον ἀβλαβῆ ἕως τῆς πόλεως ἐνεγκὼν ἐσχάτως φονεύσοι.
Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῶν τῆς πόλεως δυνηθῇ κρα- [*](3,14) τῆσαι καὶ διαφθείρας χρήμασι πείσῃ ὑποστρέψαι (καὶ) εἰς τὴν πόλιν μετὰ προβάτων καί τινων ἑτέρων ὡς λείαν ἄγοντα, τοῦτο δὲ καὶ ἅπαξ ποιήσῃ καὶ δίς, εἶτα ἐν τῷ ἀνοίγειν τὰς πύλας λάθῃ συνεισενεγκών τινας τῶν πολεμίων.
Ὅτι καὶ ἡνίκα τις πρέσβεις ἀποστείλῃ διαλεξομένους [*](4,2,4) τοῖς πολίταις, ὅπως ἀπάντων ἐπὶ τὴν αὐτῶν ἀκρόασιν συνελ- θόντων αἰφνίδιον ἐπίθεσιν αὐτὸς ποιήσας δύναται τῆς πό- λεως κρατῆσαι.
Ὅτι διὰ κλιμάκων τις ἀναβιβάσας στρατιώτας τοῖς τεί- [*](4,2,15) χεσιν ὀφείλει τὰς κλίιμακας ἀφελεῖν, ὅπως προθυμότερον τῶν τειχῶν κρατήσειαν.
Ὅτι Φιλίππου πολιορκοῦντος πόλιν Θεσσαλικὴν εἰσελ- [*](4, 2, 18) θόντων τῶν αὐτοῦ μισθοφόρων καὶ ἀφʼ ὑψηλῶν πολεμου- μένων αὐτὸς ἐκ τοῦ ἑτέρου μέρους ἀφυλάκτου τοῦ τείχους ὄντος διὰ κλιμάκων ἀνεβίβασεν στρατιώτας, οἳ ἀντιπερίσπασιν δόντες τοῖς πολίταις ἀβλαβεῖς διετηρήσαντο τοὺς εἰσελθόντας.
Ὅτι καὶ ἡνίκα τις ἀποκρύψας δύναμιν αὐτὸς μὲν μετὰ [*](4,3,12) τῆς ἑτέρας ἐπιβάλοι ἐν τῷ φανερῷ, τῆς συμβολῆς δὲ γενο- μένης οἱ ἐκ τῆς ἐνέδρας κυκλώσωσι τὸ τεῖχος ἀφύλακτον.
[*](4 κελεύσει H || 7 κοινολογησάμενος H || 13 (καὶ) seclusi || 15 ποιήσει H || 24 Θεσσαλονικὴν H || 28 τοὺς πολίτας H.)Ὅτι καὶ ἐάν τις πολιορκῶν διὰ διωρύχων βούληται ὑπεισελθεῖν τῇ πόλει, προστυχὼν πέτρας νύκτωρ ἀλλαχόθεν χῶμα προστάξει φέρειν καὶ ἐπίπροσθεν τῆς διώρυχος ἐκχέειν, ὡς ἂν ἀπατηθέντες οἱ τῆς πόλεως νομίσωσιν ἤδη παρα- ληφθῆναι.
[*](5, 10,3)Ὅτι καὶ ὁδῶν δύο ἀπαγουσῶν πρὸς τὴν πόλιν, ἐάν τις τὴν μίαν ἀνορύξας ἀδιάβατον μὲν δόξῃ ποιεῖν, πρὸς δὲ τὴν ἑτέραν προσβάλῃ καὶ τοῦτο διʼ αὐτομόλου μηνύσῃ, εἶτα τῶν πολεμίων πρὸς ἐκείνην ἀποβλεπόντων αὐτὸς προπαρεσκευασ- μένοις ξύλοις γεφυρώσας τὴν ταφρευθεῖσαν ὑπεισέλθῃ τῇ πόλει.
[*](5,10,5)Ἀλλὰ καὶ ὕλης πλησιαζούσης ἐάν τις ἐπιτηρήσας ἄνε- μον ἐμπρήσῃ ταύτην, δύναται μηχανήσασθαι ἅλωσιν.
[*](5,19)Ὅτι καὶ ἐάν τις ἐκ τῶν πολεμίων τινὰ δυνηθῇ δια- φθεῖραι καὶ δοίη τινὰς δεδεμένους ὡς αἰχμαλώτους ἀπάγειν πρὸς τὰ τείχη, ὅπως ἀνοίξωσιν αὐτῷ οἱ οἰκεῖοι περιχαρῶς ὡς ἐπινίκια κομίζοντι, οἱ δὲ δεδεμένοι κρατήσωσι τῶν πυλῶν.
[*](5,22,4)Ὅτι εἰς παράλιον πόλιν ἐάν τις νυκτὸς ἐπιπλεύσας ἐκ- βιβάσῃ ἐνέδραν, αὐτὸς δὲ ἐπαναχθεὶς ἅμα ἕῳ ἐπιστήσῃ ἑαυτὸν, τῶν πολιτῶν δὲ πρὸς αὐτὸν ἀποβλεπόντων οἱ τῆς ἐνέδρας ἐξελθόντες κατάσχωσι τὴν πόλιν.
[*](6,1,1)Ὅτι καὶ ἐάν τις λαθεῖν θέλων ὡς ἐπὶ μισθοφορίᾳ καὶ ἀριθμῷ ἐξοπλίσασθαι προτρέψηται τὸν λαὸν καὶ αὐτῇ τῇ ὥρᾳ ἐπάξῃ, αὐτὴν δύναται πόλιν ἀφύλακτον εὑρεῖν καὶ παραλαβεῖν μηδενὸς εἰδότος μήτε τῶν νικώντων μήτε τῶν νικωμένων.
[*](6,13)Ὅτι διʼ ἐλλεβόρου ἐάν τις φθείρῃ τὸ εἰσαγόμενον εἰς τὴν πόλιν ὕδωρ, ἐκλύσας τοὺς πολίτας δύναται κατασχεῖν εὐχερῶς τὴν πόλιν.
[*](7,6,10)Ὅτι ἐάν τις πολιορκῶν πόλιν ἐκ τοῦ ἑτέρου μέρους ἐπὶ ξύλοις ἰσομήκεσι τοῖς τείχεσιν εἴδωλα περιθεὶς μετὰ πανοπλίας ἐπιστήσῃ τοῖς τείχεσιν, ὡς ἂν ἀπατηθέντες οἱ [*](1 βούλεται H || 4 νομίσασιν H || 6 ἀπαγόντων H || 22 ἀριθμῷ] ἀδνουμίῳ H || πχουτρέψηται H.)
Ὅτι ἐάν τις διώρυχα ποιήσας βαθεῖαν δι᾿ αὐτῆς ὑπὸ [*](7,11,5) γῆν ὑπεισελθὼν τῷ τείχει εὐχερῶς δύναται κατασχεῖν τὴν πόλιν.
Ὅτι καὶ τὴν λείαν τις προθεὶς δύναται ἀσφαλῶς ἐπιέναι [*](3,9,62) τὴν πόλιν τῶν πολιτῶν φειδομένων τοὺς οἰκείους τιτρώσκειν. Ἀλλὰ καὶ ἐν καιρῷ ὑετοῦ ῥαγδαίου βέλτιον τὴν ἐπί [*](8,23,8) θεσιν πρὸς τὴν πόλιν ποιεῖν ὡς τῶν φυλάκων διὰ τὸν ὑετὸν ἀναχωρούντων.
Ὅτι κατόπιν τῆς πέτρας τοὺς κρημνοβατεῖν ἐπιτηδείους [*](4,3,29) λαθραίως προστάξας τινὰς ἀνελθεῖν ἄλλος ἄλλον ἀναρτῶν δύναται δοῦναι ἀντιπερίσπασιν.
Ὄτι καὶ ἐάν τις διαφημίσῃ, ὡς ἀκοῇ ἤκουσεν οἰκείου [*](4,3,31) τινὸς θάνατον καὶ σχηματίσηται λύπην καὶ διὰ τοῦτο μικρὸν ὑπαναχωρήσῃ, δύναται αἰφνιδίως ἐπελθὼν ἀπροσδοκήτοις ἐπι- πεσεῖν τοῖς ἐχθροῖς δηλονότι διʼ αὐτομόλου τοῖς ἐχθροῖς τοῦτο μηνύσας.
Ὅτι καὶ ἐάν τις σχηματίσηται, ὡς τῶν ἡμίσεων στρα- [*](5,44,2) τιωτῶν αὐτῷ στασιασάντων καὶ πρὸς τὸν κατʼ ἀλλήλων πό- λεμον ὡρμημένων, καὶ μηνύσῃ διʼ αὐτομόλου τοῖς ἐχθροῖς καὶ τὰ ἔργα ἐπακολουθοῦντα δείξῃ, δύναται πλανῆσαι τοὺς ἐχθροὺς ἀμελῆσαι τῆς ἑαυτῶν φυλακῆς.