Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

[*](4,3,10)

Ὅτι Ἀλέξανδρος ὁρῶν τοὺς οἰκείους μὴ προθυμουμέ- νους δῃοῦν τὴν ἀλλοτρίαν διὰ τὸ πλείστην ἀποσκευὴν ἐκ τῆς στρατείας συλλέξασθαι αὐτὸς πρῶτος τὰς βασιλικὰς ἁμά- ξας κατέπρησεν, εἶτα τὰς τῶν ὑπηκόων, ὡς ἂν ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες δῃώσωσι προθυμότερον.

[*](5 διαπεράσει et ἀντιστρατοπεδεύσει H || 14 αὐτοῦ H || 27 στρατείας] ὑστεραίας Η.)
490

Ὅτι Ἀντίγονος ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκτα- [*](4, 6, 12) ξιν οὐκ ὀχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ ἔλαβεν.

Ὅτι ὁ αὐτὸς Εὐμένει παρατάσσων, ἐπειδὴ εἶδεν τοὺς [*](4, 6, 13) τοῦ Εὐμένους πολλὴν ἀποσκευὴν ἔχοντας, τοῦ πολέμου συγ- κροτηθέντος αὐτὸς ἀποχωρήσας ἴλην ἱππέων ἱκανὴν [ἀπο- στείλας] συνέλαβεν τὴν ἀποσκευὴν τῶν Εὐμενείων. νικήσαντες δὲ οἱ τοῦ Εὐμένους καὶ ἐπὶ τῇ νίκῃ γεγηθότες, ἐπειδὴ εἶδον συλληφθεῖσαν αὐτῶν παρὰ τῶν πολενμίων τὴν ἀποσκευὴν ἐπρεσβεύοντο πρὸς Ἀντίγονον ἀγοράσαι τὰ φίλτατα. ὁ Ἀντί- γονος δὲ προῖκα πᾶσιν ἀπεδίδου τὰ φίλτατα. οἱ δὲ εὐνοϊ- κῶς διατεθέντες πρὸς αὐτὸν δήσαντες Εὐμένην παρέδωκαν Ἀντιγόνῳ καὶ προσετέθησαν αὐτῷ.

Ὅτι Ἀρταξέρξης προσέταξεν Ὀρόντῃ ἀγαγεῖν Τηρίβαζον [*](7, 13) σατράπην Κύπρου δεδεμένον. ὁ δὲ ὑποκάτω μὴ ἐντεταμ- μένης κλίνης λάκκον ὀρύξας, καλέσας Τηρίβαζον διαλεξόμενος ἀπόρρητα καὶ οὕτως εἰς τὸν βόθρον βαλὼν ἔδησε καὶ ἤγαγε πρὸς Ἀρταξέρξην.

Ὅτι ὁ αὐτὸς βουλόμενος στρατηγὸν αὐτοῦ ἀνυπόπτως [*](7, 16, 1) ἀποκτεῖναι ποιήσας δύο ἐπιστολὰς, τὴν μὲν μίαν πρὸς αὐτὸν περιέχουσαν, ὡς τὴν πᾶσαν φροντίδα τοῦ πολέιμου αὐτῷ ἀνατίθεται, ἑτέραν δὲ πρός τινα τῶν οἰκείων αὐτοῦ παρ- αγγείλας δεδεμένον αὐτὸν ἢ καὶ ἀποκτείναντα ἀποπέμψαι πρὸς αὐτὸν τὴν τούτου κεφαλήν. ὁ δὲ προσκαλεσάμενος αὐτὸν πρός τινα ἰδιάζοντα τόπον μήκοθεν τοῦ στρατοπέδου ὡς ἀπορρήτους βουλάς βούλοιτο αὐτῷ ἀνατίθεσθαι, ἐπειδὴ μετὰ τῶν οἰκείων μόνων εἶδεν αὐτὸν ἐλθόντα, δήσας ἐπέστειλε πρὸς τὸν βασιλέα. καὶ καθʼ ὁδοῦ οἱ ἀποκομίζοντες ἀπ- ἐκτειναν αὐτόν.

[*](6 [ἀποστείλας] inserui || 7 Εὐμενίων H || 15. 17 Τερίβαζον H || 16 Χύρου H || 20 αὐτοῦ H.)
491
[*](7,29,1)

Ὅτι Μιθραδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- μην κτεῖναι ἢ ἄγειν. Μιθραδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως. οὐ μὴν ὅ γε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανῆται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο καὶ δόξας πολέμιος βασιλικὸς εἶναι ἔπει- σεν αὐτὸν συνελθεῖν μετʼ αὐτοῦ διαλέξεως ἕνεκα περὶ ὧν χρή. ὁ δὲ Μιδραδάτης προκατασκευασμένους ἔχων στρα- τιώτας μετὰ ἐγχειριδίων ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦτον ἀπ- ἐκτεινεν.