Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
[Ὅτι] τοῦτο ποιεῖ, ἡνίκα τις ἑτέρωθι ἀπόμοιραν ἀπο- [*](1, 49, 4) στείλας προτρέψηται τὸν πόρον ποιῆσαι, αὐτὸς δὲ κατὰ στόμα βιάζοιτο, ὡς ἂν τῶν πεμφθέντων διαβάντων τοὺς ἀντι- καθημένους τροπώσωνται.
Ἀλλὰ καὶ ἡνίκα τις φημίσῃ, ὡς χρησμός ἐστι τὸν πρό- [*](2, 1, 27) τερον περάσαντα τροπωθπηναι.
Ὅτι, ἡνίκα τις ποταμὸν μέλλοι περᾶν, προοφείλει ἡγεῖ- [*](2,2,1) σθαι τὸν μέχρις ὀμφαλοῦ πόρον ὑπὲρ τὸν [ποταμὸν], ὡς ἂν τῷ ὕδατι τὸ πλέον παραφυλάττοιτο τοῦ σώματος ἀλώβητον ἐκ τῶν βελῶν τῶν ὑπεναντίων, τὸ δὲ ἄλλο ἐκ τῆς ἀσπίδος.
Ἀλλὰ καὶ ἡνίκα τις ὁμιχλώδη ποιήσῃ τὸν ἀέρα ὑπο- [*](2,3,13) θεὶς ξύλα ξηρὰ χλωροῖς καὶ ὑποκαύσας, ὡς ἂν μὴ ὡρᾶται ὁ ἀὴρ, ἕως ἂν διαπεράσωσιν.
Ἀλλὰ καὶ ἡνίκα τις ἐπικειμένων πολεμίων μέλλων περᾶν [*](2, 4, 2) ἀκινδύνως ὕλην συλλέξας ἐμπρήσῃ καὶ κωλύσῃ διὰ τούτων τὴν ὁρμὴν αὐτῶν, αὐτὸς δὲ ἀκινδύνως διαβῇ.
Ῥευματώδους ποταμοῦ χρηματίζοντος χρὴ τοὺς εὐρώ- [*](4, 7, 12) στους ἔχοντας ἱππεῖς ἐς τετραφαλαγγίαν προτάξαι καὶ ὑπερ- άνω περᾶν κελεῦσαι, τοὺς ἀδυνάτους δὲ καὶ πεζοὺς κάτω- θεν, ὡς ἂν τὸ πολὺ ῥεῦμα ἐκεῖθεν κωλύοιτο.
Ἀλλὰ καὶ ἡνίκα τις ἀμάξας συζεύξας σανιδώσῃ καὶ ἄνω [*](7, 21, 3) καὶ ὑποκάτω καὶ πάλιν ἐν αὐταῖς ἄλλας ὑπερθήσῃ, δύναται γεφυρῶσαι καὶ διαπεράσαι δηλονότι σχοινίοις αὐτὰς ἐφελκό- μενος παρά τινων μετὰ εὐρώστων ἵππων προπερασάντων.
Ἀλλὰ καὶ ἡνίκα τις ἀντιστρατοπεδευόντων πολεμίων [*](7, 21, 6) [*](1 ἐπιθήσει H || τούτοις χλωρὰ] ταῦτα χλωροῖς H || 5 [ὅτι] inserui || 12 post τὸν lacuna in H || 15 ποιήσει H || 18 μέλλει H || 28 ἱππέων H.)
Ὅτι Φίλιππος βουλόμενος ἀπατῆσαι τοὺς πολεμίονς καταλιπεῖν τὰς φυλακὰς τῶν ἀποτόμων ὀρῶν ἐπιστολὴν πε- πλασμένην κρατηθῆναι τοῖς πολεμίοις ἐποίησεν ὡς πρός τινα τῶν αὐτοῦ στρατηγῶν περιέχουσαν, ὡς μέλλοι τὴν ἀνάζευξιν ποιεῖσθαι διὰ τὸ τοὺς Θρᾷκας νεωτερίζειν αὐτῷ, ὅπως καὶ αὐτὸς προϋπαντήσοι. ταύτης οὖν κρατηθείσης παρὰ τῶν πολεμίων εἶτα καὶ αὐτὸς σχηματισάμενος τὴν ἀνάζευξιν ἔπεισεν αὐτοὺς καταλιπόντας τὰς φυλακὰς ἀμελεῖν· αὐτὸς δὲ λαθὼν κατέλαβεν τὰς δυσδιεξόδους καὶ οὕτως διέβη ἀκωλύτως.
[*](4, 3, 11)Ὅτι καὶ ἀμαξῶν καταφερομένων σύσκουτα ποιήσας Ἀλέξανδρος ἠδυνήθη ἐπελθεῖν τοῖς πολεμίοις ἐξ ὑπερδεξίου ἱσταμένοις.