Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρα- τιώτας ἀποβιβάσας νύκτα καὶ ἡμέραν ἀναμείνας τῶν πολε- μίων οὐκ ἐξιόντων ἐνέδραν καταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγμένον ἰδόντες θαρσή- σαντες ἐξῆλθον καὶ ἐσκεδάσθησαν ἀνὰ τὴν χώραν. οἱ λο- χῶντες ἐπαναστάντες πλείστους διέφθειραν καὶ λείαν πολλὴν συνῆξαν. Ἀλκιβιάδης πάλιν προσπλεύσας καὶ ταῦτα ἀνα- λαβὼν ἀπέπλευσεν.
[*](2, 14, 1)Ὅτι ἔφοροι μηνυθέντος ἐπιβουλεύειν Κινάδονα συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμενοι τῶν ἱππέων τινὰς κρύφα προπέμψαντες εἴς τινα χῶρον ἐπιτήδειον μετέ- πεμψαν τὸν Κινάδονα μετὰ δύο στρατιωτῶν ὡς πρὸς πρᾶξιν ἀπόρρητον. Ὡς δὲ ἀφίκετο κατασχεθεὶς ὑπὸ τῶν προπεμ- φθέντων ἱππέων καὶ στρεβλωθεὶς ἐξήγγειλεν τοὺς κοινωνοὺς [*](4 τὸ πλῆθος H|| 24 μηνυθέντες H || Κινάδονον H.)
Ὅτι Ὀνόμαρχος Μακεδόσι παραταττόμενος ὄρος μηνο- [*](2, 36, 2) ειδὲς κατὰ νώτου λαβὼν καὶ ταῖς ἑκατέρωθεν κορυφαῖς ἐγ- κατακρύψας πεζοὺς καὶ πετροβόλους μηχανὰς προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ Μακεδόνες ἀντεπιόντες ἠκροβολίσαντο, οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν εἰς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥώμῃ διώκοντες ἐπέκειντο, οἱ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συνέτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνόνμαρχος ἐσήμηνε τοῖς Φωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες τῶν μὲν ὄπιθεν βαλλόντων, τῶν δὲ ἄνωθεν, ταῖς πέτραις συντριβόμενοι ἀνε- χώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων φασὶν εἰπεῖν· οὐκ ἔφυγον, ἀλλʼ ἀνεχώρησα ὥσπερ οἱ κριοὶ, ἵνα αὖθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν.
Ὅτι Δημοσθένης Ἀκαρνάνων καὶ Ἀμφιλόχων στρατη- [*](3, 1, 2) γῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαράδρας με- γάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολενμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐλόχησεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγώσωσιν οἱ ἐναντίοι, κατὰ τὸ ὑπερβάλλον αὐτῶν ἐξαναστάντες κατὰ νώτου γένοιντο. οἱ μὲν ὑπερεφα- λάγγωσαν, οἱ δὲ ἐξ ὄπιθεν ἐπανέστησαν καὶ ἄφνω προσ- πεσόντες οὐ σύν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.
Ὅτι Φίλιππος ἀφικόμενος εἰς Λάρισσαν, ἵνα τινὰς τῶν [*](4, 2, 11) Ἀλευάδων ἔξω οἰκίας καθέλοι, νοσεῖν ὑπεκρίνατο, ὅπως εἰσιόντας αὐτοὺς ὡς ἐπισκεψομένους συλλάβῃ. Βόϊσκος ἐξήγ- γειλεν τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν καὶ διὰ τοῦτο τέλος οὐκ ἔσχεν ἡ πρᾶξις.
[*](6 προσῆγε H|| 8 ἠκροβολήσαντο H|| 11 πεζοὺς H|| 22 λοχῶ- δες H|| 27 τὰς τῶν Ἀ. ἐξοικίας H || 30 Ἀδευάδες H.)Ὅτι ἀπατῶνται καὶ ἐχθροὶ, ἡνίκα τὴν ἐνέδραν προ- καθίσας ἀποστείλας ἐμπιπρᾷ τὰς ἐπαύλεις καὶ τοὺς σταθμούς. οἱ δὲ πολέμιοι ὡς ὑφʼ ἑτέρων ἐμπιπρωμένας νομίζοντες διαρπά- σασθαι λείαν ἐκεῖθεν ἀπερχόμενοι περιπίπτουσι ταῖς ἐνέδραις.
[*](5, 10, 4)Ὅτι Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρα- τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλλεν παράγγελμα δοὺς ἀπόρ- ρητον εἰς φυγὴν τραπέσθαι. οἱ μὲν δὴ ἔφυγον, οἱ δὲ Ἀκρα- γαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρό- μενον ἰδόντες ἀπὸ τῶν τειχῶν ᾠθησαν ὑπὸ τῶν πολιτῶν ἀνακαλεῖσθαι καὶ μεταβαλλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φευγόντων. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.
[*](deeat in Polyaeni codicibus)Ὅτι Ἀθηναίων καὶ Λακεδαιμονίων ἐν τῇ Ἀσίᾳ νῆες ἀνθώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώ- ματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παρα- φυλάττοντες ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώ- ματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν· ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθηναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως ἐποίουν. ἦν ἀρίστου ἄρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελ- ταστὰς καὶ σίτου φροντὶς ἦν αὐτοῖς. ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώματα τῶν Λακωνικῶν νεῶν ἀνακαθιστά- μενα ἐπέπλευσαν ταῖς Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς πλείστας αὐτῶν συνέτριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων.
[*](5 Ἡμίλκων H || 7 ἐν ἡ μέραις H || 19 ἀναχθῆσαι H || 28 ἀντικαθιστάμενα Roth; ἀντικαθιστάιτα H || 29 Ἀθηναίαις] ἀσίαις H.)ὅτι πολλάκις ἐπαφιέμενον ὕδωρ ποτάμιον τοῖς πεδίοις [*](1, 3, 5) ἄχρηστον ποιεῖ ἱππόταις τὴν μάχην.
Ὅτι καὶ κατασπορὰ τριβόλων τροποῦται πλῆθος ἱππέων [*](1, 39, 2) τῶν πελταστῶν στερρὰ ὑποδήματα ὀφειλόντων ἔχειν.
Ὅτι Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων [*](2, 2, 9) πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατό- πεδον ὀκτὼ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλεν τὸ ἐγχειρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὤρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἀπήγαγεν ἀπὸ τῶν ὀρυγμάτων εἰς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ πολεμίων ἱππέων ἐμπεσόντων ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων. οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπʼ ἀλλήλων. οἱ τοῦ Κλεάρχου δὲ ἀνῄρουν τοὺς ἱππέας χαμαὶ κεινμένους.
Ὅτι Ἰφικράτης διωκόμενος ὑπὸ πολεμίων ἱππεῖς ἐχόν- [*](3, 9,) των πολλοὺς αὐτὸς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπάδας καὶ ἐπελαύνειν ἐκέλευσεν τοῖς ἐναντίοις. οἱ δὲ ἵπποι τῶν πολεμίων τῆς φλογὸς τὴν ὄψιν ὡς ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον.
Ὅτι Φωκεῖς τὴν Θετταλικὴν ἵππον διέφθειραν. τάφρον [*](6, 18, 2) ὀρύξαντες καὶ πληρώσαντες αὐτὴν κενῶν ἀμφορέων (καὶ) γῆν ὀλίγην ἐπέβαλλον. ἐς ταύτην τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποις διεφθάρησαν.