Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

Ὅτι Ἐπαμινώνδας περὶ Τέγεαν διακινδυνεύων πρὸς Λακε- [*](2, 3, 14) δαιμονίους βουλόμενος ὑπερδεξίους καταλαβέσθαι τόπους, ἵνα λάθοι τοὺς πολεμίους, προσέταξεν μετὰ ἱππέων χιλίων [*](23 (καὶ) seclusi.)

477
ἑξακοσίων προϊππεῦσαι τῆς φάλαγγος καὶ πυκνὰς ποιεῖσθαι τὰς ἀναστροφὰς τῇδε κακεῖσε, ὡς ἂν ἐκ τούτου κονιορτὸς ἐγερθεὶς ἀποσκοτώσας τῶν πολεμίων τὴν ὄψιν μὴ συγχω- ρήσοι αὐτοῖς ἰδεῖν αὐτὸν τοὺς ὑπερδεξίους καταλαμβάνοντα τόπους.

[*](1,39,1)

Ὅτι Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμβανό- μενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν φάσκων πάντα ποιήσειν τὰ προστασσόμενα καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιππος τῷ κήρυκι πιστεύσας κατ- εστρατοπέδευσεν καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συνέπεμψεν τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀνα- χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.

[*](2,6)

Ὅτι Δερκυλλίδας ὤμοσεν Μειδίᾳ τῷ τυράννῳ τῆς Σκή- ψεως, ἐφʼ ᾧ τε προελθόντα ταχὺ καὶ ὁμιλήσαντα πάλιν εἰς τὴν πόλιν πέμψαι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθεν, Δερ- κυλλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύ- σειν αὐτὸν ἠπείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ῾ ἀφίημί σε νῦν, ἔφη, εἰς τὴν πόλιν. τοῦτο γὰρ ὤμοσα. κἀγὼ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρχομαι. τοῦτο γὰρ ποιῆσαι οὐκ ὤμοσα.᾿

[*](2,19)

Ὅτι Θίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρούραρχον ἔπεισεν ἐπὶ σύνθημα προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο, πάλιν αὐτὸν εἰς τὸ φρούριον καταστήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινώνησεν, οἱ δὲ τοῦ φρουρίου φύλακες δια- λύσεως ἐλπίδας λαβόντες ῥᾳθυμότερον ἔσχον τὴν φρουράν. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θιβρώνειοι κατὰ κράτος αἱροῦσι τὸ χωρίον. ὁ δὲ αὐτὸν εἰς τὸ φρούριον ἀγαγὼν πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν ἀναιρεθῆναι.

[*](12 τῶν συνθησομένων H || τὸ τέως H || 15 Σκήψεως] Κίτεως H || 16 ἐφʼ ὅτε H || 28 Θιβροναῖοι H.)
478

Ὅτι Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο [*](6, 14) καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα [ἐν] κυκλῷ τοῦ τείχους ἐξελεῖν. τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους τῶν τειχῶν ἐξεῖλον. ἐξ οὗ συνέβη κατενεχθῆναι τὸ τεῖχος.

Ὅτι Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολεμίους [*](6, 15) ἐπὶ τῷ δοῦναι αὐτοῖς τὰ ἡμίση τῶν ὅπλων. οἱ δὲ κατα- τεμόντες τὰ ὅπλα ἐκέλευον αὐτοὺς τὰ ἡμίση λαμβάνειν.

Ὅτι μελλόντων τινῶν συνθήκας ποιεῖν, συνεφώνουν [*](6, 53) τοιοῦτον, ὡς ἐπὶ τόσας ἡμέρας σκεψάμενοι παρατηρήσουσι τοὺς ὅρκους, τῶν πολεμίων δὲ ἐν πολλῇ ἀμελείᾳ διὰ τὰς τοιαύτας συνθήκας ὄντων, ἐπιόντες ἐν νυκτὶ ἐκεῖνοι πάντας αὐτῶν διέφθειραν. ἐγκαλούμενοι δὲ, ὡς παρέβησαν τὰς συνθήκας, εἶπον· οὐχὶ, ἡμέρας γὰρ συνεθέμεθα, ἀλλʼ οὐχὶ καὶ νύκτας.

Ὅτι καὶ ἄλλος ποιῶν ὅρκους μετὰ τῶν πολεμίων ὀρύξας [*](7,34) λάκκον καὶ σκεπάσας αὐτὸν διὰ ξύλων καὶ γῆς ὀλίγης ἐκεῖσε ἐποίει τοὺς ὅρκους λέγων, ὡς φυλάξει τὰ ὀμωμοσμένα, ἕως ἂν ἐπὶ τὸ αὐτὸ σχῆμα μένῃ ἡ γῆ. τῶν πολεμίων δὲ πιστευ- σάντων αὐτὸς κατέλυσε τὴν τάφρον καὶ ἐπέθετο τοῖς πολε- μίοις ἀφυλάκτοις οὖσι καὶ πολλοὺς αὐτῶν διέφθειρεν.