Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

Ὅτι χρὴ τοὺς ἀποθνήσκοντας ἰδίους λάθρα ἐκπέμποντα [*](7,15,4 cf.2,1,23 4,6,10) τὸν στρατηγὸν ἀποκρύπτειν.

Ὅτι Ἀγησίλαος φωραθεὶς πολλῶν ἀποφευγόντων ἐκ τῆς [*](2,1,15) στρατιᾶς ἐκ τοῦ ἔχειν περιδεῶς, ἴνα λανθάνοιεν τοὺς μένον- τας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν εἰς τὰ συσσίτια καὶ τὰς στιβάδας τὰς ἐρριμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητῆται.

Ὅτι ἡνίκα ῥιψασπίδας ἴδοι τις στρατιώτας, οὐ χρὴ τού- [*](2, 3, 10) τους ἐλέγχειν, ἀλλὰ κηρύττειν, ὡς καὶ οἱ λοιποὶ ἀποβαλόντες τὰς ἀσπίδας οὕτως πρὸς αὐτὸν παραγίγνοιντο.

[*](3 καταλειφθεὶς H || 10 [ἔχων τοῖς] θεασαμένοις Sittl; θεα- σάμενος H||  12 καταχθεὶς εἰς τὴν στρ. H.)
473
[*](2,8)

Ὅτι Ἀρξιλαΐδας ὁ Λάκων διερχόμενος μετὰ τοῦ στρα- τεύματος εἴσοδον ὕποπτον δυναμένην κρύψαι ἐνέδραν πολε- μίων παρήγγειλε τῷ πλήθει, ὡς προεγνώκει προκαθημένην ἐνέδραν καὶ προσέταξε πάντας διεσκευασμένους πρὸς μάχην διαβαίνειν πολεμήσοντας τὸν προκείμενον λόχον. ἐξ οὗ συνέβη κατὰ τύχην εὑρεθῆναι λόχον μέγαν μὴ προορώμενον τὴν τῶν πολεμίων παρασκευήν. οὓς ὡς προπαρασκευασμένος ῥᾳδίως διέφθειρεν.

[*](2,37)

Ὅτι ἐκ τοῦ ὁρᾶν ὄρνεις ὑπεριπταμένους καὶ μὴ ἐπὶ γῆς ἱζάνοντας χρὴ συνιέναι, ὡς λόχος ἐγκέκρυπται ἐκεῖσε.

[*](3, 9, 24)

Ὅτι᾿  Ἰφικράτης πολιορκῶν πόλιν, ἐπειδὴ ἐπαπειλουμένους αὐτὸν τοὺς πολίτας ἤκουεν, φωράσας ἐνέδραν συντόνμως ἀνέ- ζευξεν καὶ ἐρευνησάμενος καὶ εὑρὼν πάντας διέφθειρεν.