Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

Ὅτι Νικίας μετʼ ὀλίγων στρατιωτῶν ἀπολειφθεὶς [ ἐν τῷ] [*](1,39,3) κύκλῳ τοῦ τείχους τῆς ἄλλης δυνάμεως ἐπὶ Θάψον οὔσης, ἐπειδὴ οἱ Συρακούσιοι τὰ προπύργια τοῦ τείχους ἔλαβον, ἐν πρόσοικα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ πρόσ- οικα ἐνέπρησεν. ἐξ οὗ συνέβη κωλυθῆναι τοὺς πολεμίους ἐν τῷ τέως, ἕως ἀπὸ Θάψου ἡ δύναμις ἐλθοῦσα προσ- εβοήθησεν.

[*](9 (τῶν) seclusi 18 ἀνταιίσχον H 22 [ ἐν τῷ] inserui.)
459
[*](1, 40, 7)

Ὅτι Ἀλκιβιάδης πολεμῶν Συρακουσίοις, ἐπειδὴ μεταξὺ τῶν στρατοπέδων ὕλη ἦν ξηρὰ, δαψιλὴς, ἀνέμου παμνμεγέ- θους προσπεσόντος κατὰ πρόσωπον τῶν πολεμίων αὐτὸς τὴν ὕλην ἐμπρήσας τοὺς πολειμίους ἐτροπώσατο.

[*](4, 7,9)

Ὅτι Δημήτριος τὸ αὐτὸ ἐργασαμένους Λακεδαιμονίους ἐνίκησεν.

[*](4,9, 5)

Ὅτι Σέλευκος Δημητρίου στρατοπεδευσαμένου ἐπὶ τὸν λόφον τοῦ Ταύρου δεδοικὼς, μὴ λαθὼν ἀναχeρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων πρὸς τὰ ὄρη τὰ ὑπὲρ- κείνμενα, ὅπου καὶ τὴν πορείαν ἔμελλε ποιεῖν, προστάξας πυρὰ καῦσαι. Δημήτριος δὲ προκατειλημμένους ὁρῶν τοὺς τόπους τῆς πορείας ταύτης ἀπετράπετο.

[*](deest in Polyaeni codicibus)

Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμ- codicibus μων ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλ- μοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.