Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Κλεομένης Λακεδαιμονίων βασιλεὺς Ἀργείοις ἐπο- λένμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυ- λακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεο- μένης ἐβούλετο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλιζομένων ἀνθωπλίζοντο, ἐπεξ- ιόντων ἀντεπεξῄεσαν, ἀναπαυομένων ἀντανεπαύοντο. Κλεο- μένης λάθρα παράγγελμα ἔδωκεν ὅταν ἀριστοποιεῖσθαι κηρύξω, ὁπλίσασθε᾿ . ὁ μὲν ἐκήρυξεν, οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτρέποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐχε- ρῶς ἀόπλους καὶ γυμνοὺς Ἀργείους προστυχὼν ἀπέκτεινεν. 5,16.5 Ὅτι Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀπο- ληφθεὶς ἔπεμψεν αὐτόμολον εἰς τὸ τῶν πολεμίων στρατό- πεδον. καὶ διʼ αὐτοῦ τὸ σύνθημα αὐτῶν ἐκμαθὼν νυκτὸς ἐπιθένμενος αὐτοῖς τοὺς πλείονας αὐτῶν διέφθειρεν. αὐτὸς μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυναμένοις διὰ τοῦ συνθήματος.
[*](5,33,2)Ὅτι καὶ Πομπίσκος τῶν πολεμίων ἐγγύθεν ὄντων καὶ τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγ- μασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.
[*](7,11,2)Ὅτι Δαρεῖος μέλλων νύκτωρ τοῖς πολειμίοις ἐπιθέσθαι συνεβούλευσε τὸ τιαροδέσμιον, ὅ τῆς κεφαλῆς ὄπιθεν ἀπο- σφίγγει τὴν τιάραν, εἰς μέτωπον αὐτοὺς περιαγαγεῖν τοῦ ἔχειν σημεῖον εἰς τὸ γνωρίζειν ἀλλήλους.
[*](5 Ἀργείους H 8 σημαίνειν H 9 ἐξιόντων H || 14 ἁπλοὺς H || 15 ἀπολειφθεὶς H.)Ὅτι Μάγας φρυκτωροὺς κατασχὼν προσέταξεν αὐτοῖς [*](2, 28, 2) πυρσὸν φίλιον ἑσπέρας καὶ πάλιν βαθέως ὄρθρου ποιῆσαι καὶ οὕτως τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας καὶ πολλὴν λείαν συνῆξεν.
Ὅτι Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους [*](6,2, 1) πρὸς πάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐκ ἔχων διεπέμψατο ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώ- τας, ὅπως, εἴ τινες τῶν πολεμίων (τῶν) νεῶν ἐκλίποιεν τὴν φυλακὴν, μετὰ τοῦ ἐξ ἔθους ἑνὸς πυρσοῦ ἀναδείξωσι καὶ δεύτερον τοῖς ἐν Μαγνησίᾳ κακεῖνοι τοῖς ἐν Παγασαῖς. τοῦ δὲ Λεωσθένους τὰς τριήρεις ἄλλας ἀλλαχοῦ ἐκπέμψαντος διὰ τῶν εἰρημένων πυρσῶν μεμαθηκὼς Ἀλέξανδρος καὶ ἐπι- πλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.
Ὅτι Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι πυρ- [*](6, 19, 2) σοὺς πολεμίους ἀνέσχον συμμαχίαν ἀπὸ Θηβῶν καλοῦντες. Πλαταιεῖς ἀντανέσχον πυρσοὺς φιλίους καὶ ἐκ τῆς τοιαύτης ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους ἔπεισαν ἀποστῆναι τῆς συμμαχίας ἀμφιδοξήσαντας τοῖς ἐναντίοις πυρσοῖς.