Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπενμψε τριήρεις Ἀθηναίων, οἴ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συνμβῇ.
[*](2,1,10)Ὅτι Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλεν. τῶν δὲ ἀναφυγόντων εἰς τὰ ὄρη αὐτὸς οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας πέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρνᾶνες καταφρο- νήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας ἐκ τῶν ὀρῶν κατέβησαν πρὸς τὰς πόλεις τὰς κατὰ τὸ πεδίον. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς [*](7 ὑπὸ τοῖς λόφοις Polvaen. || 21 παρασχεῖν H.)
Ὅτι Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόνησον [*](3,9, 44) χωρίον τι καταλαβὼν ἐτείχισεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκοδομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης δὲ καταδραμὼν λείαν πολλὴν ἀπηνέγκατο.
Ὅτι Ἀλκιβιάδης Λακεδαιμονίων πολιορκούντων τὰς [*](1, 40, 3) Ἀθήνας βουλόμενος τοὺς ἰδίους καὶ φύλακας ἀγρύπνους κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα, ὅς δʼ ἂν μὴ ἀντανά- σχῃ ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον, ἀφορῶντες πάντες εἰς τὴν ἀκρό- πολιν.
Ὅτι Ἐπαμινώνδας βουλόμενος προσβαλεῖν ἐς [*](2,3,9) μονα, ἐπειδὴ τὸ Ὅνειον κατεῖχε φυλακὴ, ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίνμισεν. οἱ δὲ τὴν πάροδον φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαιπώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἀνα- στήσας τὸ στρατόπεδον Ἐπαμινώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως κατῆλθεν.
Ὅτι Ἀννίβας ἐν τῇ Καμπανῶν Ῥωμαίους κατεστρατήγησεν [*](deest in Polyaeni codicibus) τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας· ὅταν σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε. [*](2 πολλοὺς λίαν H || 13 προσηγόρευσεν H || 14 ἀνάσχη H 19 Ἰαώνιον H.)
Ὅτι Ἀννίβας περὶ Κασιλῖνον νυκτὸς χεινμερίου γενομέ- νης διελὼν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολειμικὸν, τὸ πρῶτον μέρος προσ- βαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων παυσαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον. καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν.