Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀμούλιος καὶ Νεμέτωρ ἀδελφοί. νεώτεροςἈμοίλιος δυνάμει βιασάμενος βασιλεὺς Ἄλβης ἐγένετο. τὸν μὲν δὴ Νεμέτορα τὸν ἀδελφὸν ἐφρούρει, θυγατέρα δὲ αὐτοῦ Σιλουίαν, ἵνα μὴ παῖδες ἐξ αὐτῆς γένοιντο, τιμωροὶ τῆς Ἀμουλίου παρανομίας, ἀπέφηνεν ἱέρειαν τῆς Ἑστίας, ἐπειδὴ νόμος ταῖς Ἑστιάσιν ἀεὶ παρθε- νεύεσθαι.

[*](4 συντετελεωμένης vulg. 5 [μὲν] Rud. Schoell; καὶ ὑμῖν M || 6 πολεμίοις F || 8 ἀμελῶ Κ; ἀμελῶς F || συγγράφειν F] συγ- γράφω Cas. || 10 πολεμωμένην τὴν F; τὴν om. vulg.: cf. praef. libri III || 14 Ἀμούλλιος F constanter || 15 Νομήτωρ D vulg. || 18 Σολπίαν F || 19 ἰερίαν F.)
360

Ῥέμος καὶ Ῥωμύλος Ἄρεως καὶ Σιλουίας παῖδες ἐπέθεντο Ἀμουλίῳ. θόρυβος ἀπὸ τῆς ἄκρας ἐς τὴν πόλιν ἐφέρετο. Νεμέτωρ εἰδώς τὰ δρῶώμενα πρὸς τοὺς πολίτας ἔφη πολεμίων ἔφοδος γέγονεν· Ἀμούλιος δὲ προδοὺς τὴν πόλιν πέφευγεν. ἀλλὰ ὁπλισάμενοι ἐς τὴν ἀγορὰν ἀθροιζῶώμεθαʹ. οἱ μέν ὧπλίζοντο καὶ ἠθροί- ζοντο. Ῥέμος δὲ καὶ Ῥωμύλος ἀνελόντες Ἀμούλιον ἐξεπήδησαν τῆς ἄκρας καὶ τοῖς πολίταις ἠθροισμένοις ἀνήγγειλαν, οἵτινες ὄντες οἷα παθόντι τῷ πάππῳ δικαίως ἐτιμώρησαν. ὁ δὲ δῆμος ἐπαινέσας τὸ ἔργον Νεμέτορι τὴν βασιλεῖαν ἀπέδωκεν.

Ῥωμύλος Ρωμαίων γυναῖκας οὐκ ἐχόντων ἐκή- ρυξεν ἀνὰ τὰς γείτονας πόλεις, ὡς ἑορτὴν ἄξοι δημο- τελῆ Ποσειδῶνος πίου καὶ ἀγῶνας ἵππων ἐπὶ ἄθλοις μεγίστοις. πολλοὶ δὴ συνῆλθον ἐκ τῶν πόλεων ἐπὶ τὴν θέαν· πᾶν γένος ἀνδρῶν, γυναικῶν, παρθένων. Ῥωμύλος παράγγελμα ἔδωκεν, ἀπέχεσθαι μὲν ἀνδρῶν καὶ γυναικῶν, ἁρπάζειν δὲ μόνας παρθένους καὶ ταύτας οὐκ ἐς ὕβριν, ἀλλʼ ἐς γάμον. οὐτος ὁ γάμος Ῥωμαίοις ἀρχὴ παιδοποιίας ἐγένετο.

Ῥωμύλος τῆς Φιδηναίων πόλεως ἀποσχὼν δέκα που στάδια κατεστρατοπέδευσε. νύκτωρ δὲ τοῦ χάρα- κος ἐξαγαγῶών τὴν δύναμιν τοὺς ἡμίσεις τῶν λόχων [*](Cap. 3. 1. Cf L.iv. 1, 9; Plut. Romul. 14.) [*](Cap 3 6 2. Cf. Liv. 1, 14; Front. strat. 2, 5, 1.) [*](2 Ῥέμος F]  Ῥῶμος M, ut Dionγs. Hal. 5 Ἀμύλλιος F || 6 πλισάμενοι F 7 ἀθροιζώμεθα vulg ; ἀθροιζόμεθα F 8 Ῥέμος pr., Ῥόμος F corr. 10 παθόντες vult. 15 ἄξει Κ 16 Ἱπ- πειου vulg.)

361
εἰς μέτωπον καταστήσας, τοὺς δὲ λοιποὺς ὀρθίους ἐκτάξας καὶ τοῖς ἡγεμόσιν ἐν ἀπορρήτῳ παραγγείλας ἃ χρὴ πράττειν, αὐτὸς ὀλίγους ἔχων εὐζῶώνους πελέκεις φέροντας τοῖς τείχεσι προσῆλθεν κελεύσας τὴν ἄλλην δύναμιν ἐφεδρεύειν ἐγγύθεν. ἤδη δὲ ὑπαυγαζούσης ἔω προσέταξε τὰς πύλας ἐκκόπτειν. τῶν δὲ Φιδηναίων τῇ παραλόγῳ τόλμῃ ταραχθέντων καὶ τὰς πύλας ἀνοι- ξάντων καὶ τοῖς πολεμίοις ἐμπεσόντων ἀσυντάκτως Ῥωμαῖοι μὲν ὑπεχώρουν , Φιδηναῖοι δὲ τοὺς κατὰ μέτωπον ὁρῶντες, τοὺς δὲ ὅπισθειν οὐ βλέποντες, τῶν ὁρωμένων καταφρονοῦντες ἐνέκειντο σφοδρῶς τούτων οἰόμενοι κρατήσειν. ἐπεὶ δὲ περαιτέρω προῆλθον, οἱ μὲν ἡγεμόνες τοὺς ὀρθίους λόχους ταῖς κατὰ μέτωπον ὑπέταξαν καὶ συγκαθίσαι παρήγγειλαν, ὅπως ὑπὸ τῶν πολεμίων μὴ βλέποιντο. τούτων δὲ γενομένων οἱ μὲν κατὰ μέτωπον φυγόντες περιῆλθον τοὺς ὀρθίους λόχους καὶ ἀντιπρόσωποι τοῖς διῶώκουσιν ἐγένοντο, οἱ δὲ συγκαθήμενοι διαναστάντες μετὰ βοῆς ἐμβάλλουσι τοῖς πολεμίοις ἀκμῆτες κεκμηκόσι. μετὰ τούτων δὲ συμβάλλουσι καὶ οἱ πεφευγέναι δοκοῦντες, καὶ Φιδη- ναίους ἐς φυγὴν τραπομένους ἀνελόντες τῆς πόλεως αὐτῶν ἐκράτησαν.

Νουμᾶς Ῥωμαίους ἐκ πολέμου καὶ φόνου βουλό- μενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος διαιτῶώμενος ἐπὶ συχνὰς ἡμέρας ἐπανῄει παρὰ τῶν [*](4 προσῆλθεν p V; προσῆλθον F, quod defendit Hertlein, ahnii annal. 1861, p 257 9 Φηδιναῖοι 17 ἀντιπρόσωποι vulg.; ἀντιπρόσωπον F 23 Νούμαc F ubique; cf. Dittenberger, Hermes 6, p. 290 25 μεταλαβεῖν F, corr. vulg.)

362
Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. τούτοις ἐπείθοντο Ῥωμαῖοι. ὅσαι μέχρι νῖν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νου- μᾶς οἷα δὴ νόμους Νυμφῶν κατεστήσατο. δοκεῖν δὲ ἐμοὶ ζηλωτὴς ἐγένετο Μίνω καὶ Λυκούργου· καὶ γὰρ οὐτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες ἢ μαθεῖν φάσκοντες ἔπεισαν αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Ἀάκωνας.

Τύλλος ἦρχε Ῥωμαίων παρατασσομένων Φιδη- [*](e. 40, 5) ναίοις· Ῥωμαίους προδόντες Ἀλβανοὶ τὸ λαιὸν κέρας λιπόντες ἐς τὰ ὄρη παρεχωώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμών γγειλε τὴν προδοσίαν. ὁ δὲ ἀνε- βόησεμέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φύλαττε, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσόμενοι τοὺς πολεμίους ἐμοῦ προστάξαντοςʹ. τοῦτʼ ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύγειν ὥρ- μησαν ὑπʼ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.

Ταρκυΐνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ, μὴ [*](e. 44,3) δυνάμενος ἑλεῖν, τὸν νεῶώτατον τῶν παίδων Σέξστον [*](Cap. 5. Cf. Pront. strat. 2, 7, 1; Liv. 1, 27, Dionys Hal. 3, 24.) [*](Cap. 6. Cf. FPront strat. 1, 1, 4 ; Liv. 1, 54; Zonar. 7, 10; Dionys. Hal. 4, 63.) [*](4 νόμους corr. F2 ex νομέα 5 ἐγένοντο Μίνω καὶ Λυκούργῳ F, corr. vulg. 6 οὗτοι ; οθτω F 7 ἔπεισαν F] ἔπειθον vulg. 9 Τύλος 10 Φιδιναίους ωμαίοις F 12 προεχαώρουν H ἵππους F 17 Φιδηνέους F 20 Ταρκυίνιος F] Ταρκύνιος vulg. (et sic infra) 21 μακρῷ χρόνῳ M καὶ μὴ H 22 Σέξτον H et censor Ienensis, at cf. Meineke praef. Strab. vol. 3, p. VII et Phiol. 12, p. 621.)

363
πληγαῖς αἰκισάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκισμένον ἰδόντες ἐδέξαντο πολλὰ καὶ μεγάλα ἐπαγγειλάμενον κατὰ τοῦ πατρός· ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. ἐληίζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέ- πετο, αἰχμαλώτους ἐλάμβανε, μάχας ἐνίκα πολλάς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπεφήναντο. ὁ δὲ ἄγγελον κρύφα πέμψας τὸν πατέρα ἥρετο, τί δρᾶν κελεύοι· Ταρκυίνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον φράζε μου τῷ παιδὶ ταὐτὸ πράττεινʹ. ὁ μὲν ἥγγειλεν, ὁ δὲ Σέξστος τῶν Γαβίων τοὺς προέχοντας διαφθείρας, οὕτω μηχανησάμενος ἐρη- μίαν καὶ ἀσθένειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκε Ῥωμαίοις.

[*](e. 4, 12)

Κάμιλλος αλερίοις ἐπολέμει. τῶν αλερίων παί δων ὁ διδάσκαλος προαγαγὼν αὐτοὺς εξω τείχους ὡς γυμνασομένους παρέδωκεʼΡωμαίοις, άμιλλος δὲ ἀσεβῆ τὴν τοῦ διδασκάλου προδοσίαν ἡγησάμενος προσέταξεν ὀπίσω τῶ χεῖρε αὐτοῦ περιαχθῆναι καὶ δεθῆναι καὶ τοῖς παισὶν ἐπέτρεψεν ἀπάγειν τὸν προδότην ὡς τοὺς πατέρας. αλέριοι τὸν μὲν διδάσκαλον αίκισάμενοι κατέφθειραν, τοῦ δὲ Καμίλλου θαυμάσαντες τὴν εὐσέ- βειαν καὶ τὴν δικαιοσύνην σφᾶς αὐτοὺς ἄνευ μάχης [*](Cap 7. § 1. Ex Plut. Camill. 10; cf Liv. 5, 27; Front. strat 4, 4, 1; Dionys. Hal. 13, 1 sq.; Dio Cass. fr. 24, 2 (Zonar. 7,22).) [*](2 ἐδέξαντο ἐν τῇ πόλει H 7 ἀπέφηναν H τῷ πατρὶ H μήκονας ἀποκλείσας F 10 τὸν παῖδα H ταὐτὸ Cas ; τοῦτο FH 16 Φαλλερίων F 20 αὐτὸν p, Patakis δεηθῆναι F 23 Καμίλου F (et sic saepius).)

364
παρέδωκαν· Κάμιλλος δὲ τοὺς πολλῷ χρόνῳ ἁλῶναι μὴ δυναμένους εὐσεβεῖ στρατηγήματι παρεστήσατο.

[*](367)

Κελτοὶ ἔρέννου βασιλέως ἡγουμένου κατα κράτος τὴν Ῥαώμην ἑλόντες ἑπτὰ μησὶ κατέσχον· Κάμιλλος τοὺς ἔξω τῆς πόλεως Ῥωμαίους συναγαγὼν ἐξήλασε Κελτοὺς καὶ τὴν πόλιν ἀνέστησε. πάλιν οὖ Κελτοὶ μετὰ τρία ἔτη καὶ δέκα εἰς τὴν Ροώμην ἐμβαλεῖν τολμή- σαντες ἐστρατοπεδεύσαντο περὶ τὸν Ἀνίωνα ποταμὸν ἐλάχιστον τῆς πόλεως ἀπέχοντα. Κάμιλλος αἱρεθεὶς πέμπτον δικτάτωρ καὶ τὴν στρατηγίαν ἀναλαβῶῶν πρὸς μὲν τὰς τῶν Κελτῶν μαχαίρας, αἷς καταφέροντες τὰς κεφαλὰς διέκοπτον , ἐκέλευσεν ἀντιχαλκεύσασθαι τὰ κράνη ὁλοσίδηρα καὶ λεῖα, ὅπως αἱ μάχαιραι ἀπο- λισθάνοιεν ἢ κατεάγνοιντο· τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου τὰς πληγὰς μὴ στέγοντος. τοὺς δὲ στρατιῶώτας ἐδίδαξε τοῖς ξυστοῖς μακροῖς ἀπὸ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πο- λεμίων σφᾶς αὐτοὺς ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς. ὅ τε γὰρ σίδηρος τῶν Κελτῶν μαλακὸς ὤν καὶ πονηρῶς ἐληλασμένος ἐκάμπτετο ταχέως, αἵ τε μάχαιραι αὐτῶν ἐδιπλοῦντο καὶ ἡσαν ἄχρηστοι πρὸς τὴν μάχην. οὕτως γέ τοι καὶ ῥᾳδίως ἡττηθέντες οἱ πλεῖστοι μὲν αὐτῶν ἔπιπτον, οἱ λοιποὶ δὲ φυγόντες ᾤχοντο.

[*](Cap 7 § 2. Ex Plut. Camill. 40. — Cf. J. p. 666.)[*](3 Bρένου F 7 δέκα] εἴκοσι Plut.. quod restituendum censet W 8 Ἀνίωνα ex Plut.; Ἀνίωνα F 10 στρατηγίαν C. Fr. Her- mann coll. Plut. ὑποστὰς τὴν στρατηγίαν; στρατείαν F ; στρατιὰν vulg 14 κατεάγνοιντο F ; κατάγνοιντο p; κατάγνυσθαι Plut. 17 χρῆσθαι Plut.; χρήσασθαι F 18 ὑποβάλλοντας Plut ; ὑπο- βαλόντας F; ὑποβαλόντας M D.)
365
[*](e 3,6)

Τυρρηνοὶ Ῥωμαίοις ἐπολέμουν. Γυρρηνῶν βασι- λεὺς ἦν Πορσίνας, Ρωμαίων ἦρχε Ποπλικόλας τρίτον ὑπατεων. Μούκιος Ῥωμαῖος ἀνὴρ, ἄριστος τὰ πολε- μικὰ, Πορσίναν βουλόμενος ἀνελεῖν ἐς τὸ Τυρρηνικὸν στρατόπεδον ἦλθεν, ἐσθῆταʼ ἔχων Γυρρηνίδα καὶ τῇ φωνῇ τυρρηνίζων· καὶ δὴ παρελθν ἐπὶ τὸ βῆμα, τὸν βασιλέα τὸν ΠΙορσίναν οὐκ εἰδῶώς ὅστις ἦν, ὃν ῴήθη μάλιστα τῶν καθεζομένων ἐοικέναι βασιλεῖ καὶ δὴ τοῦτον ἔκτεινε σπασάμενος τὸ ξίφος. συλληφθεὶς ὡμο- λόγησεν ὅστις ἦν. Πορσίνας μὲν δὴ ἔθυεν ἐπὶ τῇ σωτηρίᾳ τοῖς θεοῖς, Μούκιος δὲ τῆς ἐσχάρας πῦρ ἐχού- σης ὑπερέσχε τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς χειρὸς καιομένης εἱστήκει τῷ Πορσίνᾳ διαλεγόμενος φαιδρῷ καὶ ἀτρέπτῳ τῷ προσώπῳ. ὡς δὲ Πορσίνας τὴν ἀρε- τὴν ὑπερεθαύμαζε, Μούκιος μηδαμῶςʼ ἔφη θαυμάσῃς· τριακόσιοι Ῥωμαῖοι τὴν αὐτὴν ἐμοὶ καρτερίαν ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν παραφυλάσ- σοντες τῆς σῆς ἀναιρέσεωςʹ. Πορσίνας πιστεύσας τοῖς λεγομένοις καὶ φοβηθεὶς τὸν πόλεμον πρὸς Ῥωμαίους διελύσατο.

Σύλλας ἐν τῷ συμμαχικῷ πολέμῳ τῶν [στρατιω- [*](90,89) τῶν αὐτοῦ] στρατηγικὸν ἄνδρα καὶ πρεσβευτὴν, Ἀλ- [*](Cap. 8. Ex Plut. Puolicola 17 (Zomar. 7, 12); cf. L.iv. 2, 12.) [*](Cap. 9. § 1. Ex Plat. Sulla 6.) [*](2 Τυρηνοὶ et Τυρηνῶν F 4 Ῥωμαίοις F πολεμικὰ W coll. Plut. et Ζomar.; πολέμια F vulg. 5 τυρηννικὸν F || 7 περιελθὼν τὸ βῆμα Plut 23 τῶν [στρατιωτῶν αὐτοῦ] suppl. vulg.; τὸν F 24 πρεσβύτην F.)

366
βῖνον, λίθοις καὶ ξύλοις διαχρησαμένων οὐκ ἐπεξῆλθεν, ἀλλὰ παρεῖδε τοὺς ἀποκτείναντας φάσκων ποιεῖν αὐτοὺς ἐν τούτῳ προθυμοτέρους ἐς τὸν πόλεμον ὡς ὀφείλοντας ὑπὲρ ἄμαρτήματος μεγάλου διὰ μεγάλης ἀνδραγαθίας ἀπολογήσασθαι. τοιγάρτοι καὶ ἐν ταῖς μάχαις πολλῷ γενναιότερον ἠγωνίσαντο, ὥστε καὶ λήθην ἐμποιῆσαι τῆς εἰς τὸν Ἀλβῖνον παρανομίας.

[*](85)

Σύλλας Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ περὶ [*](e. 14, 25) Ὀρχομενὸν παρετάσσετο. ὁρῶν δὲ τοὺςʼPωμαίους ἡττω- μένους καὶ φείγοντας αὐτὸς ἀποπηδήσας τοῦ ἵππου καὶ σημεῖον ἁρπάσας αώθεῖτο διὰ τῶν φευγόντων ἐς τοὺς πολεμίους βοῶν ἐμοὶ μὲν ἐνταῦθα καλὸν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις, ποῦ προδεδῶώκατε Σύλλαν, μέμνησθε φράζειν ἐν Ὀρχομενῷ᾿. τοῦτον τὸν λόγον Ῥωμαῖοι καταιδεσθέντες ἀνέστρεψαν καὶ προθύμως ἐμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.

[*](103,102)

Μάριος Κιμβρίων καὶ Τευτόνων ἐς τὴν ταλίαν [*](e. 14, 26) ἐμβαλόντων, ἀγρίων ἀνθρῶώπων, μεγάλων, τὰς ὄψεις ἀλλοκότων, θηριῶώδη τὴν φωνὴν ἐχόντων, ἐπὶ πλεῖστον ὅσον οὐ συνέβαλεν ἐς μάχην, ἀλλὰ ἐκῶώλυσε τοὺς στρα- τιώτας τοῦ χάρακος προιόντας ἐμβάλλειν, πόρρωθεν [*](Cap. 9. § 2. Ex Plut. Sulla 21; cf. Appian. Mithrid. 49; Front. strat 2, 8, 12.) [*](Cap. 10. § 1. Ex Plut. Mario 16.) [*](2 παρίδε F ἀποκτείνοντας F, corr vulg. 8 τῷ Μιθρηδάτου τῶ στρατηγῷ F 14 μέμνησθε H; μεμνῆσθαι F 21 ἐκαώλυσε Hertiein; ἐκέλευσε H; ἐκέλευεν F vulg. 22 προιόντας ἐμβάλλειν W; ἐμβάλλειν προσιόντας F πόρρωθεν [δʼ| Hertlein; [καὶ] πόρρωθεν K.)

367
[δʼ] ἱσταμένους, ὁρῶντας τοὺς πολεμίους εῖθιζε τῆς μορφῆς αὐτῶν ἀνέχεσθαι καὶ τὴν φωνὴν ὑπομένειν καὶ τὴν ὄψιν χειροήθη ποιεῖσθαι. οὕτως ἄρα οἱ στρατιῶται τὸ θάμβος τῶν βαρβάρων ἐκλύσαντες κατεφρόνησαν αὐτῶν καὶ τὸν Μάριον αὐτοὶ παρεκά- λουν ἐξάγειν αὐτοὺς ἐπὶ τὴν μάχην· καὶ δὴ συμβα- λόντες δέκα μυριάσι τῶν πολεμίων τοὺς μὲν ἔκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον.

Μάριος εύτοσι καὶ Κιαβρίοις μέλλων συμβάλλειν [*](102) ἐν ὑπωρείαις ἀνωμάλοις Μάρκελλον διὰ νυκτὸς ἐκέ- λευσε τρισχιλίους ὁπλίτας ἄγοντα διʼ ἀβάτων ὁρῶν περιελθόντα κατὰ νῶώτου τῶᾶν πολεμίων γενέσθαι. ἐπεὶ δὲ συνέβαλε, παράγγελμα τοῖς στρατιῶώταις ἔδωκεν, ἐκ τῶν ἀνωμάλων ἠρέμα ὑποβαίνειν ἐς τὸ πεδίον, ὅπως οἱ πολέμιοι φεύγειν αὐτοὺς οἰόμενοι διῶώκειν ἐγχειροῖεν καὶ οὕτως ἐς τὸ ὁμαλὸν κατέλθοιεν. ὡς δὲ κατῆλθον, κατὰ προσῶώπου μὲν οἱ περὶ τὸν Μάριον, κατὰ νῶώτου δὲ οἱ περὶ τὸν Μάρκελλον συρρήξαντες κατέκοψαν τοὺς πολεμίους καὶ νίκην λαμπροτάτην ἐνίκησαν.

[*](e. 13,9)

Μάριος Κιμβρίοις συμβαλών ἀπὸ χειμερίων τόπων [*](101) ὡρμημένοις ἠπίστατο κρύος μὲν καὶ χιόνα φέρειν δυνα- μένους, καῦμα δὲ καὶ ἥλιον οὐδαμῶς. ἦν μὲν δὴ μὴν Ἀὔγουστος. Μάριος δὲ κατὰ νῶώτου τῶν πολεμίων προκατελάβετο τῆς μάχης τὸν τόπον. οἱ βάρβαροι δὲ ἐπιστραφέντες, κατὰ προσῶώπου τὸν ἥλιον ἔχοντες, ἀντι- [*](Cap. 10 § 2. Ex Plut. Mario 20 sq.; cf. Front. strat. 2, 4, 6.) [*](Cap. 10 § 3. Ex Plut. Mario 26; cf. Front. strat. 2, 2, 8.) [*](1 ἥθιζεν F τῆς μορφῆς F] τὴν μορφὴν M Plut. 10 ὑπω- ρείαις vulg.; ὑπωρίοις F 13 συνέβαλε K ; συνέβαλλε Cas ; συνέ- βαλον Roth; συνέβαινε F 18 Μάρκελον F 21 ὡρμημένοις Roth; ὁρμωμένοις F 23 πολεμίων Patakis; στρατιωτῶν F.)

368
λάμπουσαν τὴν αὐγὴν οὐ φέροντες, ὑπὸ τοῦ θάλπους ίδρῶτα πολὺν μετὰ ἄσθματος ἀφιέντες τοὺς μὲν θυρεοὺς προεβάλοντο πρὸ τῶν προσῶώπων τὴν ἀκμὴν τοῦ ἡλίου μὴ φέροντες, τὰ δὲ σώματα αὐτῶν γυμνούμενα τιτρώ- σκοντες οἱ Ῥωμαῖοι κατέκοψαν. πίπτουσι τῶν βαρ- βάρων δωδεκάκις μύριοι, ἁλίσκονται ζῶντες ἑξάκις μύριοι.