Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](212)

Μάρκελλος Συρακούσα πολιορκῶν ὑπὸ τῶν τοῦ Ἀρχιμήδου μηχανημάτων ἡσσῶώμενος προσβάλλειν μὲν οὐκέτι τοῖς τείχεσιν ἐθάρσει, χρόνῳ δὲ τὴν πολιορκίαν ἐπέτρεψε. καὶ δὴ μετὰ πολὺ Δάμιππον Σθταρτιάτην Συρακουσῶν ἐκπλέοντα ἑλῶών αἰχμάλωτον ἔμαθε παρὰ τούτου πύργον εἶναι τοῦ τείχους φυλασσόμενον ἀμε- λῶς, δυνάμενον ἄνδρας δέξασθαι συχνοὺς, τοῦ τείχους ἐπιβατοῦ ὄντος. πρὸς δὴ τὸ ὕψος αὐτοῦ συμμέτρους κλίμακας κατασκευάσας άρκελλος, Συρακουσίων ἑορ- τὴν ἀγόντων Ἀρτέμιδι καὶ περὶ μέθην καὶ παιδιὰν ἐχόντων, τόν τε πύργον κατέσχε καὶ κύκλῳ τὸ τεῖχος ὅπλων ἐπλήρωσε καὶ πρὸ τῆς ἕω τὰ Ἑξάπυλα διακόψας κατέσχε τὴν πόλνν. οἱ μὲν στρατιῶται γενναίως ἀγω- νισάμενοι τῆς πόλεως ἁρπαγὴν ᾐτήσαντο· οὐ μὴν ἔδωκε Μάρκελλος, ὅτι μὴ ἀπὸ μόνων ἀνδραπόδων καὶ χρη- μάτων ώφελεῖσθαι, τῶν δὲ ἱερῶν καὶ τῶν ἐλευθέρων σωμάτων ἀπέχεσθαι προσέταξεν.

[*](Cp. 11. Ex Plut. Marcell. 18 sq.; cf. Polyb. 8, 37; Liv 25, 23, 13; Front. stat 3, 3, 2.)[*](3 προεβάλλοντο vulg. 9 τοῦ om M 13 ἔμαθε M; ἔλαβεν F.)
369
[*](e. 42, 5)

Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, ἢν ἀφεθῇ, πεῖσαι ἂν τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφι- κόμενος ἐς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον τότε δὴ καὶ μᾶλλον πολεμεῖν Καρχηδονίοις ὡς ἀπα- γορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἀλώσιμοι προηγόρευσε. τῆς δὲ συγκλή- του παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγ- καις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν, οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγ- γειλεν αὐτοῖς τό τε αὐτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ καθείρξαντες αὐτὸν εἰς γαλεάγραν, αἰκίσαντες χρόνῳ μακρῷ, βασανίσαντες ἔκτειναν.

[*](e. 3, 7)

Γάϊος παράγγελμα ἔδωκε τοῖς ἐν τῷ στρατοπέδῳ μένειν ἐπὶ τῶν ὅπλων. ἐπεὶ δὲ ὥρᾳ θέρους υἱὸς αὐτοῦ τὸν ἵππον διψῶντα ἤγαγεν ἐπὶ ποταμὸν παραρ- ρέοντα, προσέταξεν ἀφελεῖν αὐτοῦ τὴν κεφαλὴν ὡς οὐ πεισθέντος τῷ παραγγέλματι. τούτῳ τῷ ἔργῳ τοὺς στρατιώτας ἐδίδαξε μηδέποτε παρακοῦσαι παραγγέλ- ματος.

[*](Cap. 12. Cf. Appian. Pun. 4; Dio Cass fr. 43, 26 sqq. (Zonar. 8, 15); Liv. epit. 18.)[*](3 ἢν] ἵν᾿ F || 6 τότε F] τοῦτο Cas. || πολεμεῖν H; om. F; [συμ- βάλλειν] W || ὡς Καρχηδονιοι ἀπαγορεύουσι vulg. || ἀγορευουσι F || 8 εἶεν W; εἶναι F; οἱ ἐν (sic) H; εἴησαν vulg.; cf. 4, 6, 2. 5, 2 15 || ἁλώσιμοι H; ἁλώσιμον F || 10 ἀνόμοιον F || 13 αὐτοῦ F || 15 αἰκίσαντές τε P || καὶ βασανίσαντες vulg. (καθείρξαντες καὶ βασανίσαντες ἔκτειναν H) || 16 Γάϊος om. F || 18 ἐπεὶ vulg.] ἐπὶ F || 19 παραρέοντα F.)
370

Φάβιος ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ μὴ παρα- τασσόμενος κακῶς ἤκουεν ἐν τῇ συγκλήτῳ. τοῦ δὲ υἱοῦ παρακαλοῦντος ἀποτρίψασθαι τὴν ἀδοξίαν, ἐπέ- δειξεν αὐτῷ μέρος ἕκαστον τῆς φάλαγγος. ἐνίων δὲ οὐκ ἐρρωμένως ἐχόντων ὁρᾷςʼ ἔφη ὡς οὐ καλὸν συμ- βαλόντας ἀποκυβεῦσαι περὶ τῶν ὅλων· πολλάκις γὰρ ὅλη μὲν ἡ φάλαγξ οὐκ εἴληφεν ἀγῶνος πεῖραν, κατὰ μέρος δὲ τὸν ἔμπειρον οὐκ ἔλαθεν ἡττᾶσθαι δυναμένη. τοιγάρτοι συμβουλεύω μὴ συμβαλεῖν, ἀλλʼ ἕπεσθαι τὰς ὑπωρείας κατέχοντα καὶ τὰς πόλεις ἀφιστάντα᾿. ταῦτα λέγων καὶ πράσσων ἐν μὲν τῷ παραυτίκα ἐνομίσθη δειλὸς, ὕστερον δὲ ἄλλων πολλὰς δυνάμεις ἀπολλύντων πάλιν οἱ Ῥωμαῖοι κατέφυγον ἐπὶ Φάβιον καὶ τὴν αὐτοῦ στρατηγίαν, ὥστε καὶ δικτάτωρ ἀπεδείχθη καὶ Μάξιμος ἀνηγορεύθη· τοῦτο δʼ ἂν εἴη Μέγιστος.

Φάβιος ἐπεκλήθη Μέγιστος, Σκιπίων Μέγας· ἐζη- λοτύπει τῆς δόξης ὁ Σκιπίων τὸν Φάβιον, ὥστε καὶ ἤρετο· τί δή ποτε σὺ μὲν διατηρήσας μόνον τὰ στρα- τόπεδα κληΐζῃ Μέγιστος, ἐγὼ δὲ Μέγας ὁ συμβαλὼν κατὰ στόμα καὶ νικήσας Ἀννίβαν;᾿  Φάβιος ἔφη ῾ ἀλλʼ εἰ μὴ ἐγώ σοι διεφύλαξα τοὺς στρατιώτας, οὐκ ἂν ἔσχες μεθʼ ὧν μαχόμενος νικήσεις᾿.

[*](Cap. 14. 1. Cf. Dio Cass. fr. 57, 9.)[*](Cap. 14. § 2. Cf. p. 668 sq.)[*](3 κακὸς F || 4 ἀποτρίψασθαι Cas.; ἀποτρέψασθαι F || 7 ὅλων vulg.; ὅπλων F : cf. Plut. Fab. 14 περὶ τῶν ὅλων ἀναρρίψων κύβον || 10 συμβουλὴν vulg. || 11 κατέχοντας et ἀφιστάντας K || 16 τοῦτο δʼ ἂν εἴη Μέγιστος Hertlein utpote glossema delevit, sed cf. Polyb. 3, 87, 6 || μέγιστον F || 18 Σκηπίων vulg. || 21 κατὰ στόμα καὶ νικήσας K; καὶ κατὰ στόμα νικήσας F.)
371

Φάβιος εἷλε τὴν Ταραντίνων πόλιν Ἀννίβου συμμα- [*](209) χοῦντος αὐτοῖς δόλῳ καὶ τέχνῃ. στρατιώτης Ταραν- τῖνος ἦν παρὰ Φαβίῳ. τούτου τῆς ἀδελφῆς καλῆς οὔσης ἐν Τάραντι Βρέττιος ἤρα ἀνὴρ ὑπὸ Ἀννίβου τὰ τείχη φυλάττειν πεπιστευμένος. τοῦτο μαθὼν Φά- βιος τὸν Ταραντῖνον στρατιώτην ἐσέπεμψε πρὸς τὴν ἀδελφήν. ὁ δὲ διʼ αὐτῆς τὸν Βρέττιον φίλον ποιη- σάμενος ἔπεισε τὰ Ρωμαίων φρονεῖν, ὥστε καὶ συνθέ- μενος ὁ Βρέττιος ἔδειξε, καθʼ ὃ μέρος χρὴ προσβαλεῖν τοῖς τείχεσι. Φάβιος κλίμακας προσθεὶς ἐπαναβὰς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. ἐπὶ τούτῳ μάλιστα πάντων ἐθαυμάσθη στρατηγήματι κρατήσας Ἀννίβου τοῦ τέχναις καὶ δόλοις τὰ πλεῖστα νικῶντος.

Κόιντος Φάβιος τὸν υἱὸν αἱρεθῆναι στρατηγὸν βουλόμενος αὐτὸς ἤδη γεγηρακὼς ἐδεῖτο Ῥωμαίων μηδαμῶς αὐτῷ δοῦναι τὴν ἀρχὴν, ἵνα μὴ ἀναγκάζοιτο συναποδημεῖν ἐπὶ τὸν πόλεμον ἐν γήρᾳ μακρῶ· οἱ δὲ νομίσαντες ἄμεινον ἕξειν τὰ τῆς πόλεως τούτου παρ- όντος ἐψηφίσαντο τὸν νεανίσκον ἄρχοντα. ὁ δὲ Φά- βιος οὐ συναπεδήμησεν, ἵνα μὴ παρέληται τὸν υἱὸν τὴν δόξαν τῆς ἀρχῆς.

[*](Cap. 14. § 3. Ex Plut. Fabio 21; cf. Liv. 27, 15; Appian. Hannib. 49.)[*](1 Ταραντηνῶν F 4 Τάραντι Βρέττιος ἤρα ἀνὴρ Maasv. ex Plut.; Τάραντι (Ταραντίνῳ F1) ἀβρέντιος ἦρα ἀνὴρ F || 5 τούτῳ F 7 Ἀβρέντιον F 9 ὁ Βρέττιος K; Ἀβρέντιος F || 14 Χόϊντος om. F || 21 παρέληται FM; παρέλκηται P.)
372

Σκιπίων ἐν Ἰβηρίᾳ μαθὼν, ὡς τὸ τῶν πολεμίων στρατόπεδον ἄσιτον ἀφίκοιτο ἐς τὴν μάχην, ἐμήκυνεν ἐξάγων καὶ παρατάσσων τὴν αὐτοῦ φάλαγγα. ἀμφὶ δὲ ὥραν ἑβδόμην πιεζομένοις ἤδη λιμῷ καὶ δίψει συμ- βαλὼν ῥᾳδίως ἐκράτησεν.

[*](134)

Σκιπίων τοῦ στρατοπέδου τὰς πόρνας ἐξήλασε [*](e. 3, 8) κελεύσας ἐς πόλιν ἀπιέναι πανηγυρίζουσαν. προσέταξε δὲ ἀποπέμψασθαι κλίνας, τραπέζας, ἐκπώματα καὶ σκεύη πάντα πλὴν χύτρας καὶ ὀβελίσκου καὶ ποτηρίου, ἀργυροῦν δὲ ἔκπωμα μὴ ἔχειν πλέον δικοτύλου, καὶ λούεσθαι μηδένα, τῶν δὲ ἀλειφομένων ἕκαστον τρίβειν ἑαυτόν, τὰ γὰρ   ὑποζύγια δεῖσθαι τῶν τριβόντων· ἀριστᾶν δὲ ὀρθοὺς ἄπυρον ὄψον, δειπνοῦντας δὲ προσφέρεσθαι καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· ἱματίῳ δὲ χρῆσθαι σισύρᾳ Γαλατικῇ. καὶ πρῶτος ἐνεπορπήσατο σισύραν μέλαιναν, τοῖς δὲ στρατηγοῖς ἐπὶ στιβάδος ἀνακείμενος ἑωρᾶτο φάσκων πενθεῖν τὴν τοῦ στρατεύ- ματος ἀσωτίαν καὶ μαλακίαν.

[*](134,33)

Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα θλί- [*](e. 14, 27) θεσθαί μοι δοκεῖςʼ εἶπεν ὦ συστρατιῶτα᾿ . τοῦ δὲ καὶ [*](Cap. 16. 1. Cf. Front. strat. 2, 1, 1.) [*](Cap. 16. § 2. Cf. Plut. apophth. reg et imp. Scip. min. 16; Appian. Iber. 85; Front. strat. 4, 1, 1; Liv. epitom. 57.) [*](Cap. 16. § 3. Cf. Plut. apophth. ibid. 19; Liv. epitom. 57.) [*](1 Σκιπίων] titulum om. et v. 7 demum posuit F 4 αὐτοῦ F 9 κλίνας Gronovius ex Appiano; καινὰς F 10 χύτρας M Plut. (cf. χύτρας χαλκῆς Appian. et L.eo Tect. 20, 80); κύθρας F 12 λούεσθαι vulg.; λου σθαι (sic) F 14 ὀρθοὺς F: cf. Plut. ἀριστᾶν ἑστῶτας; ὀρθροὺς H; ὀρθροῦ Leo Tact. 16 σισύραι F || 17 τοῖς δὲ στρατηγοῖς Rud. Schoell; τοὺς δὲ στρατηγοὺς F || 18 ἀνακείμενος F1, ; ἀνακειμένους corr. F2, [περιιὼν] ἑωρᾶτο Κ ex V circumiens inspexit.)

373
πάνυʼ φήσαντος, εἰκότωςʼ ἔφη· ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ.᾿

Σκιπίων στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ [*](134,33) θυρεῷ κεκοσμημένῳ αἰσχρὸνʼ ἔφη Ῥωμαῖον ἄνδρα τῇ ἀριστερᾷ χειρὶ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύειν᾿.

[*](e. 14, 28)

Σκιπίων ὑπὸ τοῖ δήμου θορυβούμενος ἐμὲʼ ἔφη [*](132) ῾οὐδὲ στρατιωτῶν ἐνόπλων ἀλαλαγμὸς ἐξέπληξεν, οὔτι γε συγκλύδων ἀνθρώπων θόρυβος, ὧν οἶδά γε τὴν Ἰταλίαν μητρυιὰν, οὐ μητέρα᾿ . τούτῳ τῷ λόγῳ συνε- στάλησαν καὶ τοῦ θορυβεῖν ἐπαύσαντο.

[*](e. 4,13)

Σκιπίων δορυάλωτον λαβὼν ἐν Ιβηρίᾳ πόλιν [*](209) Οἴνυσσαν, ὡς οἱ λαφυραγωγοὶ παρθένον ἤγαγον κάλ- λους ὑπερφυῶς ἔχουσαν, τὸν πατέρα αὐτῆς ἀναζητήσας ἐχαρίσατο αὐτῷ τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκο- μίσαντες, ὁ δὲ καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι γυναῖκες τῶν εὖ γεγονότων ἢ θυγατέρες ἢ παῖδες ὥραν ἔχοντες ἑάλωσαν, τούτοις ἐπέστησε δύο Ρωμαίων σωφρονεστά- τους ἐκ τῶν πρεσβυτέρων, οἳ θεραπευτῆρες καὶ χορηγίαν [*](Cap. 16. § 4. Cf. Plut. apophth. ibid. 18; Front. strat. 4, 1, 5; Aelian. v. h. 11, 9, 5; Liv. epitom. 57.) [*](Cap. 16. § 5. Cf. Plut. apophth. ibid. 22; Val. Max. 6, 2, 4; Vell. Pat. 2, 4; Aurel. Vict. de vir. illustr. 58, 8.) [*](Cap. 16. § 6. Cf. Polyb. 10, 19; Liv. 26, 49; Front. strat. 2, 11, 5; Dio Cass. fr. 57, 43 sq.) [*](5 χειρὶ om. H Plut.; cf. 1, 17. 1, 31. 7, 29, 1 || 8 οἶδά γε scripsi; ὤν οἴδατε F ; οἶδα vulg. 9 μητρυὰν F 12 Οἱνύσσαν F; Οἰνοῦσσα vel Οἰνουσα Steph. Byz. s v.: cf. H J. Müller, Onusa, Histor Unters. z. Jubil. Schaefers, Bonn 1882, p. 148 sqq. || λαφυραγωγοὶ Lobeck, Phryn. 383; φυγαγωγοὶ F; νυμφαγωγοὶ H: cf. Polyb. 10, 17, 6. 18, 6 13 ὑπερφυὲς H || 15 ὁ δὲ] αὐτὸς H || συνεχαρίρατο vulg. 16 καὶ inclus. 17 εὐγενεστάτων W ut 8, 31; εὖ γεγονότων F; εὐγενῶν H 19 θεραπευτῆρες [εἶεν] vel [γίγνοιντο] καὶ Cas.; θερ. [ἦσαν] καὶ Κ.)

374
ἔνεμον τοῖς αἰχμαλώτοις κατὰ τὴν ἀξίαν αὐτῶν. Σκι- πίωνος ἡ σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας καὶ συμμάχους ἑκούσας ἐποίησεν.

[*](205)

Σκιπίων Σόφακα τὸν Μασαισυλίων βασιλέα σύμ- μαχον ποιησάμενος διέβαλεν εἰς Σικελίαν. Ἀσδρούβας θυγατέρα παρθένον ἔχων, θαυμαστὴν τὸ κάλλος, ἐκ- δωώσειν ὑπέσχετο τῷ Σόφακι τῆς Ρωμαίων συμμαχίας ἀποστάντι. ὁ δὲ γήμας τὴν κόρην προσέθετο Καρχη- δονίοις καὶ παραχρῆμα ἐπέστειλε Σκιπίωνι ἀπαγορεύων ἐπιβῆναι Λιβύης. Σκιπίων εἰδώς Ῥωμαίους ἐπὶ τῇ Σόφακος συμμαχίᾳ μέγα φρονοῦντας, εἰ δὲ μάθοιεν προστεθειμένον τοῖς πολεμίοις οὐκ ἂν τολμήσαντας εἰς Λιβύην διαβαίνειν, ἐκκλησίαν αὐτῶν συναγαγών ἐς τοὐναντίον μετεποίησε τὰ γράμματα τοῦ Σόφακος ὡς καλοῦντος Ῥωμαίους ἐπὶ τὴν Λιβύην καὶ ὡς θαυμά- ζοντος, ὅτι καὶ νῦν βραδύνοιεν, καὶ ὡς δέον μὴ ἐκλύειν αὐτοῦ τὴν ἀκμὴν τῆς συμμαχίας. τοιαῦτα εἰπὼν ὁρμὴν καὶ θάρσος τοῖς Ῥωμαίοις ἐνεποίησεν· οἱ δὲ εὐθὺς ἡμέραν ᾔτησαν, καθʼ ἣν διαπλεῦσαι προσήκοι.

[*](202)

Σκιπίων κατασκόπους Καρχηδονίων τρεῖς συλ- [*](e.7,5) ληφθέντας, νόμου Ρωμαίων κελεύοντος πολεμίων κατασκόπους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησε, προσ- έταξε δʼ αὐτοῖς περιελθεῖν τὴν στρατιὰν ἅπασαν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ [*](Cap 16. § 7. Cf. Liv. 29, 23 sq. ; Front. strat 2, 7, 4; Zonar. 9, 12.) [*](Cap. 16 § 8 Cf Polyb. 15, 5; Appian. Pun. 39; Liv. 30, 29.) [*](1 αὐτὴν F 4 Σύφακα vulg || Μασαισυλίων Cas.; Μασα- συαίων F || 5 Ἀστρούβας F 12 τολαήσαντας Hertlein: cf. 4, 3, 9 τολμησόντων F 15 τοὺς Ῥωμαίους vulg. 17 ταῦτα K || 19 προσήκοι vulg.; προσήκει F 20 τρὶς F || 22 προσέταξε δʼ vulg. ; προσεταξεν F || 24 βάλοντας F.)

375
ἀκοντίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ ὅπλα ἐπι- σκευάζοντας. τοὺς δὲ ξίφη ἀκονῶντας πάλιν ἤχθησαν ἐπὶ τὸν Σκιπίωνα. ὁ δὲ δοὺς ἄριστον αὐτοῖς ῾ ἀπαγ- γείλατε᾿ , εἶπεν, ἃ τεθέασθε πρὸς τὸν πέμψαντα ὑμᾶς᾿ . οἱ δὲ ἐπανελθόντες τῷ τε Ἀννίβᾳ καὶ τοῖς ἄλλοις Καρχηδονίοις ταῦτα ἀπαγγείλαντες ἐξέπληξαν αὐτοὺς καὶ τῇ Ῥωμαίων παρασκευῇ καὶ τῇ Σκιπίωνος μεγα- λοψυχίᾳ.

[*](e. 13,2)

Πόρκιος Κάτων ἐνέβαλεν εἰς τὴν Ἱβήρων· ἐκ δὲ [*](195) τῶν πόλεων ἁπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῷ τε καὶ Ῥωμαίοις. ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκε κελεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπαν- ῆλθον, ἀνέγνωσαν τὰ γεγραμμένα κατασκάψατε τὰ τείχη σήμερονʼ. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμψασθαι, φοβούμενοι δὲ ἕκαστοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, οὕτως ὁμοῦ πάντες Ἴβηρες τὰ τείχη κατέσκαψαν ἡμέρᾳ μιᾷ.

Δαῦνος Διομήδους ἐν Ἰταλίᾳ τελευτήσαντος ἐπι- τάφιον ἀγῶνα ποιῶν πρώτῃ μὲν ἡμέρᾳ τῶν Ἑλλήνων [*](Cap. 17. Cf. Front. strat. 1, 1, 1; Zonar. 9, 17; Aurel. Vict., de viris illustr. 47; Plut. Cat. mai. 10.) [*](1 τὰ ὅπλα ἐπισκευαζομένους H || 2 ἀκονοῦντας vulg. || 4 ἅπερ ἐθεάσαντο H, unde ἅτε ἐθέασθε W || 9 Πόρκιος Κάτων vulg. || 14 ἤγαγον H; ἦγον F || 17 κατασκάψασθαι H || 19 ἀλλὰ φοβούμενοι, μὴ H || 22 Ιβήρεις F || 23 Δαῦνος Κ; Φαῦνος F vulg.)

376
ὡπλισμένων πομπὴν ἔπεμψε, δευτέρᾳ δὲ τῶν βαρβά- ρων· καὶ δὴ συνέταξε τοῖς βαρβάροις χρήσασθαι παρὰ τῶν Ἑλλήνων τὰ ὅπλα. οἱ δὲ χρήσαντες ὑπὸ τῶν βαρβάρων τοῖς ἰδίοις ὅπλοις ἀπώλοντο.

Τίτον αἰχμάλωτον λαβὼν Κλεώνυμος λύτρα ἐπράτ- [*](e. 526) τετο δύο πόλεις, Επίδαμνον καὶ Ἀπολλωνίαν· ὁ τοῦ Τίτου πατὴρ οὐκ ἔδωκεν, ἀλλὰ σώζειν αὐτὸν ἐκέλευσε. Τίτος εἴδωλον αὐτοῦ κατασκευάσας καθεύδοντος ἐν τῷ οἴκῳ κατέθηκε καὶ αὐτὸς μὲν ἐπιβὰς ἀκατίου λαθὼν ἔφυγεν, οἱ δὲ φύλακες τὸ εἴδωλον ἐφύλαττον.

[*](257)

Γάϊος περὶ τὴν Τυνδαρίδα Καρχηδονίων ἐφορ- μούντων ὀγδοήκοντα ναυσὶν, αὐτὸς ἔχων διακοσίας τριήρεις, ἐπειδὴ οἱ πολέμιοι διὰ τὸ πλῆθος τῶν νεῶν οὐκ ἀντανήγοντο, τῶν ἑκατὸν τοὺς ἱστοὺς καταθέμε- νος, τῶν λοιπῶν ἐκπετάσας τὰ ἱστία καὶ διὰ τούτων ἀποκρυπτόμενος τὰς ἄλλας κάλοις ἐξηρτημένας ἐπέ- πλευσεν. οἱ δὲ Καρχηδόνιοι νομίσαντες ἴσας εἶναι τὰς ναῦς τῷ πλήθει τῶν φαινομένων ἱστίων θαρρή- σαντες πρὸς τὸν κίνδυνον ὥρμησαν· Γάϊος πολλαῖς πρὸς ὀλίγας ἀγωνισάμενος ῥᾳδίως ἐνίκησεν.

[*](Cap 20. Cf. Polyb. 1, 25.)[*](9 αὐτοῦ F 10 κατέθηκε Κ; καθῆκε F || 12 Γάϊος] i. e. Γάϊος Ἀτίλιος Ῥήγουλος coll. Polyb 1, 25, unde etaim tempus concluditur || 16 καθέμενος Patakis || 18 κάλοις Gronovius; καλῶς F || ἐπέπλευσεν Patakis; ἀπέπλευσεν F vulg.)