Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Τίμαρχος Αἰτωλὸς ἀποβὰς τῆς Ἀσίας ἐς χωρίον [*](246—239) πολυάνθρωπον, ἵνα μὴ φύγοιεν οἱ στρατιῶται τὸ πλῆ- θος τῶν πολεμίων, τὰς ναῦς κατέπρησεν. οἱ δὲ ἐλπίδα φυγῆς οὐκ ἔχοντες ἀγωνισάμενοι γενναίως ἐνίκησαν.

Εὐδόκιμος ὁρῶν τοὺς στρατιώτας στασιάζοντας, καταπαῦσαι τὴν στάσιν οὐ δυνάμενος, ἢδη δὲ καὶ ἐπʼ ἀλλήλους ὁρμώντων τοῖς δρομοκήρυξι προσέταττεκηρύτ- τειν, ὡς ἥκοιεν οἱ πολέμιοι διαρπασόμενοι τὸν χάρακα. [*](Cap. 25. Cf. Droysen III, 1, p. 409.) [*](6 τῆς πολιορκίας om. M || 8 προσελθόντων τῶν πολεμίων H γένηται H || 9 προσήγαγιν H τείχους F | τοῦ τείχους H vulg. contra usum Polyaeni 13 φυγεῖν H.)

262
οἱ δὲ φοβηθέντες τῆς μὲν στάσεως ἐπαύσαντο, τὰς δὲ αὐτῶν τάξεις ἀναλαβόντες τὸν χάρακα ἐφύλαττον.

[*](c. 191)

Παυσίστρατος, ναύαρχος Ῥοδίων, παρήγγειλεν ἀριθμὸν καὶ ἐξόπλισιν τοῖς στρατιώταις. ἐπεὶ δὲ προ- ῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο.

Θέογνις, Ἀθηναίων στρατηγὸς, ὁρῶν τοὺς στρα- τιῶώτας περὶ τῶν ἡγεμονιῶν καὶ τῶν τάξεων στασιά- ζοντας νύκτωρ προσέταξε πέμψαι τινὰς τῶν ἱππέων καὶ τῶν κούφων παραγγείλας ἐπιφανῆναι ὡς πολεμίους κατʼ ἄκρον τι χωρίον, ἀφʼ οὐ μάλιστα ἔμελλον ὀφθή- σεσθαι. ἐπιφανέντων ὁ Θέογνις μετὰ θορύβου καὶ ταραχῆς παρεκάλει τοὺς στρατιώτας, ὡς ἤδη τῶν πο- λεμίων ἐπιφαινομένων, αὐτοὺς καταλαμβάνεσθαι τάξιν τὴν προσήκουσαν· οἱ δὲ διὰ τὸν φόβον τῶν πολεμίων φιλονεικεῖν ἀλλήλοις ἀποστάντες [εἰς] τὰς συνήθεις τάξεις καθίσταντο. ἐπεὶ δὲ κατέστησαν, ὡμολόγησεν [*](Cap. 27. De Pausistrato cf. Liv. 36, 4b; 37, 9 sqq.) [*](Cap. 28. § 1. Cf. Pront. strat. 4, 1, 8.) [*](2 ἀναλαβόντες Patakis coll. 5, 29; ἀπολαβόντες F || 10 Θέο- γνις] Theagenes Frontin. || 14 κούφων Heringe; κορυφῶν F: κορυφαίων duces V ; κατὰ κορυφὴν coni. K || 15 κρον Hertlein in symbolis criticis ad Aeneam Tect. p. 26; ἄλλο F || 18 αὐτοὺς] εὐθὺς Κ || 20 τοῦ] φιλονεικεῖν vulg., sed cf. 3, 9, 20 || [εἰς] add. vulg.)

263
ὁ Θέογνις, τοὺς μὲν πολεμίους εἶναι φίλους· ῾ ὑμεῖς δὲ᾿ , ἔφη, τάξαντες ἑαυτοὺς ἄνευ στάσεως καὶ εἰσαῦθις φυλάττετε τὴν τάξιν, ἥν αὐτοῖς δεδώκατε.ʼ

[*](e. 7,2)

Θέογνις ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας ὑπάρχειν φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας παρήγγειλεν, ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων. [οὕτω δὴ συνέβη τοὺς ἄνευ ὅπλων] ὄντας καὶ χωρι- ζομένους εὐχερῶς [ὡς] κατασκόπους (ὄντας) ἁλίσκεσθαι.

Διοκλῆς, Ἀθηναίων στρατηγὸς, ἐν Τῄ πολεμίᾳ τῶν στρατιωτῶν ἀτάκτως διαλελυμένων, τὰ ὅπλα φέρειν οὐ βουλομένων σύνθημα ἔδωκεν ἕτερον ἐφʼ ἑτέρῳ. οἱ στρατιῶται νομίσαντες πλησίον εἶναι τοὺς πολεμίους, ἀναλαβόντες τὰ ὅπλα ἐν τάξει πάντες ἐβάδιζον.

Χίλεος Ἀρκὰς ἐν Λακεδαίμονι διατρίβων, μαθὼν [*](479) Σπαρτιάτας βεβουλευμένους τὸν Ἰσθμὸν τειχίζειν, Ἀθηναίους δὲ καὶ [τοὺς] ἔξω Πελοποννήσου προίεσθαι προεῖπεν ῾ Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνῶν τα οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι᾿. τούτῳ [*](Cap. 30. Cf. Herod. 9, 9; Plut. Them. 6.) [*](3 φυλάττετε RK; φυλάττεσθαι F 5 περιστήσας H; περι- τειχίσας F: cf. 2, 30, 2. 3, 2. 3, 13, 1. 6, 9, 3 6, 10 || 7 [ὅθεν (οὓτω δὴ W) συνέβη τοὺς ἄνευ ὅπλων] Cas.; [τοὺς δʼ ἄνευ ὅπλων ὄντας] K γνωριζομένους Rota 8 [ὡς] Κ ὄντας del. Κ 13 οἴ δὲ vulg 15 Χίλεος Herod.; Χείλεως Plt.; Χίλιος F 18 [τοὺς] Cas.; [τοὺς ἄλλους] Roth προσίεσθαι F, corr. Cas. 19 τῶν λοιπῶν vulg.)

264
τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν.

[*](655)

Κύψελος τοὺς ἐπιφανεστάτους τῶν Βακχιαδῶν θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κο- ρινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κο- ρινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραν- νίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών.

[*](413)

Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- [*](e.31,10) κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖ- στον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, κελήτιον πέμψας ἐς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κομίζειν. ὡς δὲ κεκομισμένην εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατ- ἥλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστο- ποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρα- τιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκα- [*](Cap. 32. § 1. Cf. quae supra ad 5, 13, 2 adnotavimus.) [*](1 μακρὰν D ut 5, 3, 6, quod probat Hertlein; μακρὰ F || 4 Κύψελλος F || 8 μηκέτι Hertlein, Iahnii annal 1867, p. 607 coll. Diod. 13, 105, 4 et 15, 46, 5; μὴ F || 15 κατακομίσαι H κεκομισμένην H; κεκοσμημένην F || 16 κατῆλθεν H; ἀπῆλθεν F || 18 ἀσμένως H; μὲν ὡς F; ὁμοίως Κ: cf. 2, 1, 16 ἐπὶ τῇ γῇ R, cf. 5, 13, 2 22 ἀναγκαζομένοις Patakis et Hertlein, qui confert Thucyd. 8, 95, 4; ἀνακομιζομένοις F.)

265
ζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλῶν ἐνίκησε.

[*](e. 31,11)

Τελεσίνικος, ἀπὸ τῶν αὐτῶν σημείων ἀριστοποιου- [*](413) μένων τῶν πολεμίων καὶ τὰ λοιπὰ πραττόντων ὁμοίως, προσέταξε τοὺς ἐν ταῖς ἄριστα πλεούσαις τριήρεσιν αὐτοὺς πρὸ ἡμέρας ἀριστήσαντας ἐμβάντας ἡσυχάζειν. ἐπεὶ δὲ καιρὸς ἀρίστου παρῆν, κατὰ τὸ ἔθος ἐσήμηνεν. οἱ μὲν οὖν ἐν τοῖς ἄλλοις σκάφεσιν ἠριστοποιοῦντο, [καὶ οἱ πολέμιοι τοῦτο] συνιδόντες πρὸς τῇ παρασκευῇ τῶν σιτίων ἦσαν. οἱ δὲ τῶν Συρακουσίων προεμβε- βηκότες, ἐπὶ τὰ καταστρώματα ἐπιβάντες, ἐπιπλεύσαντες πολλὰς διέφθειραν τριήρεις τῶν πολεμίων περὶ τὰς τροφὰς ἀσχολουμένων.